Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

CEI2008

CEI 2008

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
BibbiaEDU-logo

CEI 2008 - Antico Testamento - Libri Storici - Tobia - 2

Tobia

CEI 2008 Torna al libro

AT greco

CEI 2008 2 2,1 Sotto il regno di Assarhàddon ritornai dunque a casa mia e mi fu restituita la compagnia di mia moglie Anna e del figlio Tobia. Per la nostra festa di Pentecoste, cioè la festa delle Settimane, avevo fatto preparare un buon pranzo e mi posi a tavola:
AT greco TbBA2,1ὅτε δὲ κατῆλθον εἰς τὸν οἶκόν μου καὶ ἀπεδόθη μοι Αννα ἡ γυνή μου καὶ Τωβιας ὁ υἱός μου ἐν τῇ πεντηκοστῇ τῇ ἑορτῇ ἥ ἐστιν ἁγία ἑπτὰ ἑβδομάδων ἐγενήθη ἄριστον καλόν μοι καὶ ἀνέπεσα τοῦ φαγεῖν
TbS2,1καὶ ἐπὶ Σαχερδονος βασιλέως κατῆλθον εἰς τὸν οἶκόν μου καὶ ἀπεδόθη μοι ἡ γυνή μου Αννα καὶ Τωβιας ὁ υἱός μου καὶ ἐν τῇ πεντηκοστῇ τῇ ἑορτῇ ἡμῶν ἥ ἐστιν ἁγία ἑπτὰ ἑβδομάδων ἐγενήθη μοι ἄριστον καλόν καὶ ἀνέπεσα τοῦ ἀριστῆσαι
CEI 2008 2,2la tavola era imbandita di molte vivande. Dissi al figlio Tobia: "Figlio mio, va', e se trovi tra i nostri fratelli deportati a Ninive qualche povero, che sia però di cuore fedele, portalo a pranzo insieme con noi. Io resto ad aspettare che tu ritorni, figlio mio".
AT greco TbBA2,2καὶ ἐθεασάμην ὄψα πολλὰ καὶ εἶπα τῷ υἱῷ μου βάδισον καὶ ἄγαγε ὃν ἐὰν εὕρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ ὃς μέμνηται τοῦ κυρίου καὶ ἰδοὺ μενῶ σε
TbS2,2καὶ παρετέθη μοι ἡ τράπεζα καὶ παρετέθη μοι ὀψάρια πλείονα καὶ εἶπα τῷ Τωβια τῷ υἱῷ μου παιδίον βάδιζε καὶ ὃν ἂν εὕρῃς πτωχὸν τῶν ἀδελφῶν ἡμῶν ἐκ Νινευητῶν αἰχμαλώτων ὃς μέμνηται ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἄγαγε αὐτὸν καὶ φάγεται κοινῶς μετ’ ἐμοῦ καὶ ἰδὲ προσμενῶ σε παιδίον μέχρι τοῦ σε ἐλθεῖν
CEI 2008 2,3Tobia uscì in cerca di un povero tra i nostri fratelli. Di ritorno disse: "Padre!". Gli risposi: "Ebbene, figlio mio?". "Padre - riprese - uno della nostra gente è stato ucciso e gettato nella piazza; l'hanno strangolato un momento fa".
AT greco TbBA2,3καὶ ἐλθὼν εἶπεν πάτερ εἷς ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ἔρριπται ἐν τῇ ἀγορᾷ
TbS2,3καὶ ἐπορεύθη Τωβιας ζητῆσαί τινα πτωχὸν τῶν ἀδελφῶν ἡμῶν καὶ ἐπιστρέψας λέγει πάτερ καὶ εἶπα αὐτῷ ἰδοὺ ἐγώ παιδίον καὶ ἀποκριθεὶς εἶπεν πάτερ ἰδοὺ εἷς ἐκ τοῦ ἔθνους ἡμῶν πεφόνευται καὶ ἔρριπται ἐν τῇ ἀγορᾷ καὶ αὐτόθι νῦν ἐστραγγάληται
CEI 2008 2,4Io allora mi alzai, lasciando intatto il pranzo; tolsi l'uomo dalla piazza e lo posi in una camera in attesa del tramonto del sole, per poterlo seppellire.
AT greco TbBA2,4κἀγὼ πρὶν ἢ γεύσασθαί με ἀναπηδήσας ἀνειλόμην αὐτὸν εἴς τι οἴκημα ἕως οὗ ἔδυ ὁ ἥλιος
TbS2,4καὶ ἀναπηδήσας ἀφῆκα τὸ ἄριστον πρὶν ἢ γεύσασθαί με αὐτοῦ καὶ ἀναιροῦμαι αὐτὸν ἐκ τῆς πλατείας καὶ εἰς ἓν τῶν οἰκιδίων ἔθηκα μέχρι τοῦ τὸν ἥλιον δύειν καὶ θάψω αὐτόν
CEI 2008 2,5Ritornai, mi lavai e mangiai con tristezza,
AT greco TbBA2,5καὶ ἐπιστρέψας ἐλουσάμην καὶ ἤσθιον τὸν ἄρτον μου ἐν λύπῃ
TbS2,5ἐπιστρέψας οὖν ἐλουσάμην καὶ ἤσθιον τὸν ἄρτον μετὰ πένθους
CEI 2008 ricordando le parole del profeta Amos su Betel:
"Si cambieranno le vostre feste in lutto,
tutti i vostri canti in lamento".
2,6 Amos: si cita Am 8,10.
AT greco TbBA2,6καὶ ἐμνήσθην τῆς προφητείας Αμως καθὼς εἶπεν στραφήσονται αἱ ἑορταὶ ὑμῶν εἰς πένθος καὶ πᾶσαι αἱ εὐφροσύναι ὑμῶν εἰς θρῆνον καὶ ἔκλαυσα
TbS2,6καὶ ἐμνήσθην τοῦ ῥήματος τοῦ προφήτου ὅσα ἐλάλησεν Αμως ἐπὶ Βαιθηλ λέγων στραφήσονται ὑμῶν αἱ ἑορταὶ εἰς πένθος καὶ πᾶσαι αἱ ᾠδαὶ ὑμῶν εἰς θρῆνος καὶ ἔκλαυσα
CEI 2008 2,7E piansi. Quando poi calò il sole, andai a scavare una fossa e ve lo seppellii.
AT greco TbBA2,7καὶ ὅτε ἔδυ ὁ ἥλιος ᾠχόμην καὶ ὀρύξας ἔθαψα αὐτόν
TbS2,7καὶ ὅτε ἔδυ ὁ ἥλιος ᾠχόμην καὶ ὀρύξας ἔθαψα αὐτόν
CEI 2008 2,8I miei vicini mi deridevano dicendo: "Non ha più paura! Proprio per questo motivo lo hanno già ricercato per ucciderlo. È dovuto fuggire e ora eccolo di nuovo a seppellire i morti".
AT greco TbBA2,8καὶ οἱ πλησίον ἐπεγέλων λέγοντες οὐκέτι φοβεῖται φονευθῆναι περὶ τοῦ πράγματος τούτου καὶ ἀπέδρα καὶ ἰδοὺ πάλιν θάπτει τοὺς νεκρούς
TbS2,8καὶ οἱ πλησίον μου κατεγέλων λέγοντες οὐ φοβεῖται οὐκέτι ἤδη γὰρ ἐπεζητήθη τοῦ φονευθῆναι περὶ τοῦ πράγματος τούτου καὶ ἀπέδρα καὶ πάλιν ἰδοὺ θάπτει τοὺς νεκρούς
CEI 2008 2,9Quella notte, dopo aver seppellito il morto, mi lavai, entrai nel mio cortile e mi addormentai sotto il muro del cortile. Per il caldo che c'era tenevo la faccia scoperta,
AT greco TbBA2,9καὶ ἐν αὐτῇ τῇ νυκτὶ ἀνέλυσα θάψας καὶ ἐκοιμήθην μεμιαμμένος παρὰ τὸν τοῖχον τῆς αὐλῆς καὶ τὸ πρόσωπόν μου ἀκάλυπτον ἦν
TbS2,9καὶ αὐτῇ τῇ νυκτὶ ἐλουσάμην καὶ εἰσῆλθον εἰς τὴν αὐλήν μου καὶ ἐκοιμήθην παρὰ τὸν τοῖχον τῆς αὐλῆς καὶ τὸ πρόσωπόν μου ἀνακεκαλυμμένον διὰ τὸ καῦμα
CEI 2008 2,10ignorando che sopra di me, nel muro, stavano dei passeri. Caddero sui miei occhi i loro escrementi ancora caldi, che mi produssero macchie bianche, e dovetti andare dai medici per la cura. Più essi però mi applicavano farmaci, più mi si oscuravano gli occhi, a causa delle macchie bianche, finché divenni cieco del tutto. Per quattro anni rimasi cieco e ne soffrirono tutti i miei fratelli. Achikàr, nei due anni che precedettero la sua partenza per l'Elimàide, provvide al mio sostentamento.
AT greco TbBA2,10καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐστίν καὶ τῶν ὀφθαλμῶν μου ἀνεῳγότων ἀφώδευσαν τὰ στρουθία θερμὸν εἰς τοὺς ὀφθαλμούς μου καὶ ἐγενήθη λευκώματα εἰς τοὺς ὀφθαλμούς μου καὶ ἐπορεύθην πρὸς ἰατρούς καὶ οὐκ ὠφέλησάν με Αχιαχαρος δὲ ἔτρεφέν με ἕως οὗ ἐπορεύθη εἰς τὴν Ἐλυμαΐδα
TbS2,10καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐπάνω μού εἰσιν καὶ ἐκάθισεν τὸ ἀφόδευμα αὐτῶν εἰς τοὺς ὀφθαλμούς μου θερμὸν καὶ ἐπήγαγεν λευκώματα καὶ ἐπορευόμην πρὸς τοὺς ἰατροὺς θεραπευθῆναι καὶ ὅσῳ ἐνεχρίοσάν με τὰ φάρμακα τοσούτῳ μᾶλλον ἐξετυφλοῦντο οἱ ὀφθαλμοί μου τοῖς λευκώμασιν μέχρι τοῦ ἀποτυφλωθῆναι καὶ ἤμην ἀδύνατος τοῖς ὀφθαλμοῖς ἔτη τέσσαρα καὶ πάντες οἱ ἀδελφοί μου ἐλυποῦντο περὶ ἐμοῦ καὶ Αχιαχαρος ἔτρεφέν με ἔτη δύο πρὸ τοῦ αὐτὸν βαδίσαι εἰς τὴν Ἐλυμαΐδα
CEI 2008 2,11In quel tempo mia moglie Anna lavorava a domicilio,
AT greco TbBA2,11καὶ ἡ γυνή μου Αννα ἠριθεύετο ἐν τοῖς γυναικείοις
TbS2,11καὶ ἐν τῷ χρόνῳ ἐκείνῳ Αννα ἡ γυνή μου ἠριθεύετο ἐν τοῖς ἔργοις τοῖς γυναικείοις
CEI 2008 tessendo la lana che rimandava poi ai padroni, ricevendone la paga. Ora nel settimo giorno del mese di Distro, quando tagliò il pezzo che aveva tessuto e lo mandò ai padroni, essi, oltre la mercede completa, le fecero dono di un capretto da mangiare.
2,12 Distro: nome macedone di un mese (gennaio-febbraio).
AT greco TbBA2,12καὶ ἀπέστελλε τοῖς κυρίοις καὶ ἀπέδωκαν αὐτῇ καὶ αὐτοὶ τὸν μισθὸν προσδόντες καὶ ἔριφον
TbS2,12καὶ ἀπέστελλε τοῖς κυρίοις αὐτῶν καὶ ἀπεδίδουν αὐτῇ τὸν μισθόν καὶ ἐν τῇ ἑβδόμῃ τοῦ Δύστρου ἐξέτεμε τὸν ἱστὸν καὶ ἀπέστειλεν αὐτὸν τοῖς κυρίοις καὶ ἔδωκαν αὐτῇ τὸν μισθὸν πάντα καὶ ἔδωκαν αὐτῇ ἐφ’ ἑστίᾳ ἔριφον ἐξ αἰγῶν
CEI 2008 2,13Quando il capretto entrò in casa mia, si mise a belare. Chiamai allora mia moglie e le dissi: "Da dove viene questo capretto? Non sarà stato rubato? Restituiscilo ai padroni, poiché non abbiamo nessun diritto di mangiare una cosa rubata".
AT greco TbBA2,13ὅτε δὲ ἦλθεν πρός με ἤρξατο κράζειν καὶ εἶπα αὐτῇ πόθεν τὸ ἐρίφιον μὴ κλεψιμαῖόν ἐστιν ἀπόδος αὐτὸ τοῖς κυρίοις οὐ γὰρ θεμιτόν ἐστιν φαγεῖν κλεψιμαῖον
TbS2,13καὶ ὅτε εἰσῆλθεν πρός με ὁ ἔριφος ἤρξατο κράζειν καὶ ἐκάλεσα αὐτὴν καὶ εἶπα πόθεν τὸ ἐρίφιον τοῦτο μήποτε κλεψιμαῖόν ἐστιν ἀπόδος αὐτὸ τοῖς κυρίοις αὐτοῦ οὐ γὰρ ἐξουσίαν ἔχομεν ἡμεῖς φαγεῖν οὐδὲν κλεψιμαῖον
CEI 2008 2,14Ella mi disse: "Mi è stato dato in più del salario". Ma io non le credevo e le ripetevo di restituirlo ai padroni e per questo mi vergognavo di lei. Allora per tutta risposta mi disse: "Dove sono le tue elemosine? Dove sono le tue buone opere? Ecco, lo si vede bene da come sei ridotto!".


AT greco TbBA2,14ἡ δὲ εἶπεν δῶρον δέδοταί μοι ἐπὶ τῷ μισθῷ καὶ οὐκ ἐπίστευον αὐτῇ καὶ ἔλεγον ἀποδιδόναι αὐτὸ τοῖς κυρίοις καὶ ἠρυθρίων πρὸς αὐτήν ἡ δὲ ἀποκριθεῖσα εἶπέν μοι ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου ἰδοὺ γνωστὰ πάντα μετὰ σοῦ
TbS2,14καὶ λέγει μοι αὐτή δόσει δέδοταί μοι ἐπὶ τῷ μισθῷ καὶ οὐκ ἐπίστευον αὐτῇ καὶ ἔλεγον ἀποδοῦναι τοῖς κυρίοις καὶ προσηρυθρίων χάριν τούτου πρὸς αὐτήν εἶτα ἀποκριθεῖσα λέγει μοι καὶ ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου ποῦ εἰσιν αἱ δικαιοσύναι σου ἰδὲ ταῦτα μετὰ σοῦ γνωστά ἐστιν