Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9

1 Esdra

AT greco Torna al libro

NT greco Vai al libro

AT greco 5 5,1 μετὰ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ καὶ αἱ θυγατέρες καὶ οἱ παῖδες αὐτῶν καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτῶν
AT greco 5,2 καὶ Δαρεῖος συναπέστειλεν μετ’ αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτοὺς εἰς Ιερουσαλημ μετ’ εἰρήνης καὶ μετὰ μουσικῶν τυμπάνων καὶ αὐλῶν
AT greco 5,3 καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες καὶ ἐποίησεν αὐτοὺς συναναβῆναι μετ’ ἐκείνων
AT greco 5,4 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν
AT greco 5,5 οἱ ἱερεῖς υἱοὶ Φινεες υἱοῦ Ααρων Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ τοῦ Σαραιου καὶ Ιωακιμ ὁ τοῦ Ζοροβαβελ τοῦ Σαλαθιηλ ἐκ τοῦ οἴκου τοῦ Δαυιδ ἐκ τῆς γενεᾶς Φαρες φυλῆς δὲ Ιουδα
AT greco 5,6 ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισαν τοῦ πρώτου μηνός
AT greco 5,7 εἰσὶν δὲ οὗτοι ἐκ τῆς Ιουδαίας οἱ ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας οὓς μετῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα
AT greco 5,8 καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ τὴν λοιπὴν Ιουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν οἱ ἐλθόντες μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ Νεεμιου Ζαραιου Ρησαιου Ενηνιος Μαρδοχαιου Βεελσαρου Ασφαρασου Βορολιου Ροϊμου Βαανα τῶν προηγουμένων αὐτῶν
AT greco 5,9 ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν υἱοὶ Φορος δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομήκοντα δύο
AT greco 5,10 υἱοὶ Σαφατ τετρακόσιοι ἑβδομήκοντα δύο υἱοὶ Αρεε ἑπτακόσιοι πεντήκοντα ἕξ
AT greco 5,11 υἱοὶ Φααθμωαβ εἰς τοὺς υἱοὺς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο
AT greco 5,12 υἱοὶ Ωλαμου χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες υἱοὶ Ζατου ἐννακόσιοι τεσσαράκοντα πέντε υἱοὶ Χορβε ἑπτακόσιοι πέντε υἱοὶ Βανι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ
AT greco 5,13 υἱοὶ Βηβαι ἑξακόσιοι εἴκοσι τρεῖς υἱοὶ Ασγαδ χίλιοι τριακόσιοι εἴκοσι δύο
AT greco 5,14 υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἕξ υἱοὶ Αδινου τετρακόσιοι πεντήκοντα τέσσαρες
AT greco 5,15 υἱοὶ Ατηρ Εζεκιου ἐνενήκοντα δύο υἱοὶ Κιλαν καὶ Αζητας ἑξήκοντα ἑπτά υἱοὶ Αζουρου τετρακόσιοι τριάκοντα δύο
AT greco 5,16 υἱοὶ Αννιας ἑκατὸν εἷς υἱοὶ Αρομ υἱοὶ Βασσαι τριακόσιοι εἴκοσι τρεῖς υἱοὶ Αριφου ἑκατὸν δέκα δύο
AT greco 5,17 υἱοὶ Βαιτηρους τρισχίλιοι πέντε υἱοὶ ἐκ Βαιθλωμων ἑκατὸν εἴκοσι τρεῖς
AT greco 5,18 οἱ ἐκ Νετεβας πεντήκοντα πέντε οἱ ἐξ Ενατου ἑκατὸν πεντήκοντα ὀκτώ οἱ ἐκ Βαιτασμων τεσσαράκοντα δύο
AT greco 5,19 οἱ ἐκ Καριαθιαριος εἴκοσι πέντε οἱ ἐκ Καπιρας καὶ Βηροτ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς
AT greco 5,20 οἱ Χαδιασαι καὶ Αμμιδιοι τετρακόσιοι εἴκοσι δύο οἱ ἐκ Κιραμας καὶ Γαββης ἑξακόσιοι εἴκοσι εἷς
AT greco 5,21 οἱ ἐκ Μακαλων ἑκατὸν εἴκοσι δύο οἱ ἐκ Βαιτολιω πεντήκοντα δύο υἱοὶ Νιφις ἑκατὸν πεντήκοντα ἕξ
AT greco 5,22 υἱοὶ Καλαμω ἄλλου καὶ Ωνους ἑπτακόσιοι εἴκοσι πέντε υἱοὶ Ιερεχου τριακόσιοι τεσσαράκοντα πέντε
AT greco 5,23 υἱοὶ Σαναας τρισχίλιοι τριακόσιοι τριάκοντα
AT greco 5,24 οἱ ἱερεῖς υἱοὶ Ιεδδου τοῦ υἱοῦ Ἰησοῦ εἰς τοὺς υἱοὺς Ανασιβ ἐννακόσιοι ἑβδομήκοντα δύο υἱοὶ Εμμηρου χίλιοι πεντήκοντα δύο
AT greco 5,25 υἱοὶ Φασσουρου χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά υἱοὶ Χαρμη χίλιοι δέκα ἑπτά
AT greco 5,26 οἱ δὲ Λευῖται υἱοὶ Ἰησοῦ καὶ Καδμιηλου καὶ Βαννου καὶ Σουδιου ἑβδομήκοντα τέσσαρες
AT greco 5,27 οἱ ἱεροψάλται υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ
AT greco 5,28 οἱ θυρωροί υἱοὶ Σαλουμ υἱοὶ Αταρ υἱοὶ Τολμαν υἱοὶ Ακουβ υἱοὶ Ατητα υἱοὶ Σωβαι οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα
AT greco 5,29 οἱ ἱερόδουλοι υἱοὶ Ησαυ υἱοὶ Ασιφα υἱοὶ Ταβαωθ υἱοὶ Κηρας υἱοὶ Σουα υἱοὶ Φαδαιου υἱοὶ Λαβανα υἱοὶ Αγγαβα
AT greco 5,30 υἱοὶ Ακουδ υἱοὶ Ουτα υἱοὶ Κηταβ υἱοὶ Αγαβα υἱοὶ Συβαϊ υἱοὶ Αναν υἱοὶ Καθουα υἱοὶ Γεδδουρ
AT greco 5,31 υἱοὶ Ιαϊρου υἱοὶ Δαισαν υἱοὶ Νοεβα υἱοὶ Χασεβα υἱοὶ Γαζηρα υἱοὶ Οζιου υἱοὶ Φινοε υἱοὶ Ασαρα υἱοὶ Βασθαι υἱοὶ Ασανα υἱοὶ Μαανι υἱοὶ Ναφισι υἱοὶ Ακουφ υἱοὶ Αχιβα υἱοὶ Ασουρ υἱοὶ Φαρακιμ υἱοὶ Βασαλωθ
AT greco 5,32 υἱοὶ Μεεδδα υἱοὶ Κουθα υἱοὶ Χαρεα υἱοὶ Βαρχους υἱοὶ Σεραρ υἱοὶ Θομοι υἱοὶ Νασι υἱοὶ Ατιφα
AT greco 5,33 υἱοὶ παίδων Σαλωμων υἱοὶ Ασσαφιωθ υἱοὶ Φαριδα υἱοὶ Ιεηλι υἱοὶ Λοζων υἱοὶ Ισδαηλ υἱοὶ Σαφυθι
AT greco 5,34 υἱοὶ Αγια υἱοὶ Φακαρεθ-σαβιη υἱοὶ Σαρωθιε υἱοὶ Μασιας υἱοὶ Γας υἱοὶ Αδδους υἱοὶ Σουβας υἱοὶ Αφερρα υἱοὶ Βαρωδις υἱοὶ Σαφατ υἱοὶ Αμων
AT greco 5,35 πάντες οἱ ἱερόδουλοι καὶ οἱ υἱοὶ τῶν παίδων Σαλωμων τριακόσιοι ἑβδομήκοντα δύο
AT greco 5,36 οὗτοι ἀναβάντες ἀπὸ Θερμελεθ καὶ Θελερσας ἡγούμενος αὐτῶν Χαρααθ Αδαν καὶ Αμαρ
AT greco 5,37 καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεὰς ὡς ἐκ τοῦ Ισραηλ εἰσίν υἱοὶ Δαλαν τοῦ υἱοῦ Τουβαν υἱοὶ Νεκωδαν ἑξακόσιοι πεντήκοντα δύο
AT greco 5,38 καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης καὶ οὐχ εὑρέθησαν υἱοὶ Οββια υἱοὶ Ακκως υἱοὶ Ιοδδους τοῦ λαβόντος Αυγιαν γυναῖκα τῶν θυγατέρων Φαρζελλαιου καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ