Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 1 Esdra - 5

1 Esdra

AT greco Torna al libro

Nova Vulgata

AT greco 5 5,1μετὰ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ καὶ αἱ θυγατέρες καὶ οἱ παῖδες αὐτῶν καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτῶν
Nova Vulgata EsdProphetae autem Aggaeus et Zacharias filius Addo prophetaverunt ad Iudaeos, qui erant in Iudaea et Ierusalem, in nomine Dei Israel, quod erat super eos.
1 Propheta (post Aggaeus) - Omittitur cum Esd A 6,1
AT greco 5,2καὶ Δαρεῖος συναπέστειλεν μετ’ αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτοὺς εἰς Ιερουσαλημ μετ’ εἰρήνης καὶ μετὰ μουσικῶν τυμπάνων καὶ αὐλῶν
Nova Vulgata Esd5,2Tunc surrexerunt Zorobabel filius Salathiel et Iesua filius Iosedec et coeperunt aedificare templum Dei in Ierusalem; prophetae autem Dei adiuvabant eos.
AT greco 5,3καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες καὶ ἐποίησεν αὐτοὺς συναναβῆναι μετ’ ἐκείνων
Nova Vulgata Esd5,3In ipso autem tempore venit ad eos Thathanai, qui erat dux trans flumen, et Stharbuzanai et consiliarii eorum, sicque dixerunt eis: «Quis dedit vobis potestatem, ut domum hanc aedificaretis et materiam istam praepararetis?
AT greco 5,4καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν
Nova Vulgata Esd5,4Quae sunt nomina hominum auctorum aedificationis illius?».
AT greco 5,5οἱ ἱερεῖς υἱοὶ Φινεες υἱοῦ Ααρων Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ τοῦ Σαραιου καὶ Ιωακιμ ὁ τοῦ Ζοροβαβελ τοῦ Σαλαθιηλ ἐκ τοῦ οἴκου τοῦ Δαυιδ ἐκ τῆς γενεᾶς Φαρες φυλῆς δὲ Ιουδα
Nova Vulgata Esd5,5Oculus autem Dei eorum factus est super senes Iudaeorum, et non obstiterunt eis, usque dum res ad Darium referretur, et tunc sententia de hac re redderetur.

AT greco 5,6ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισαν τοῦ πρώτου μηνός
Nova Vulgata
Esd5,6Exemplar epistulae, quam misit Thathanai dux regionis trans flumen et Stharbuzanai et consiliatores eius et duces, qui erant trans flumen, ad Darium regem.

AT greco 5,7εἰσὶν δὲ οὗτοι ἐκ τῆς Ιουδαίας οἱ ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας οὓς μετῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα
Nova Vulgata
Esd5,7Sermo, quem miserant ei, sic scriptus erat:

    «Dario regi pax omnis.

AT greco 5,8καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ τὴν λοιπὴν Ιουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν οἱ ἐλθόντες μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ Νεεμιου Ζαραιου Ρησαιου Ενηνιος Μαρδοχαιου Βεελσαρου Ασφαρασου Βορολιου Ροϊμου Βαανα τῶν προηγουμένων αὐτῶν
Nova Vulgata Esd5,8Notum sit regi isse nos ad Iudaeam provinciam, ad domum Dei magni, quae aedificatur lapide quadrato, et ligna ponuntur in parietibus; opusque illud diligenter exstruitur et crescit in manibus eorum.
AT greco 5,9ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν υἱοὶ Φορος δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομήκοντα δύο
Nova Vulgata Esd5,9Interrogavimus ergo senes illos et ita diximus eis: “Quis dedit vobis potestatem, ut domum hanc aedificaretis et materiam istam praepararetis?”.
AT greco 5,10υἱοὶ Σαφατ τετρακόσιοι ἑβδομήκοντα δύο υἱοὶ Αρεε ἑπτακόσιοι πεντήκοντα ἕξ
Nova Vulgata Esd5,10Sed et nomina eorum quaesivimus ab eis, ut nuntiaremus tibi, scripsimusque nomina eorum virorum, qui sunt principes in eis.

AT greco 5,11υἱοὶ Φααθμωαβ εἰς τοὺς υἱοὺς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο
Nova Vulgata
Esd5,11Huiuscemodi autem sermonem responderunt nobis dicentes: “Nos sumus servi Dei caeli et terrae et aedificamus templum, quod erat exstructum ante hos annos multos, quodque rex Israel magnus aedificaverat et exstruxerat.
AT greco 5,12υἱοὶ Ωλαμου χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες υἱοὶ Ζατου ἐννακόσιοι τεσσαράκοντα πέντε υἱοὶ Χορβε ἑπτακόσιοι πέντε υἱοὶ Βανι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ
Nova Vulgata Esd5,12Postquam autem ad iracundiam provocaverunt patres nostri Deum caeli, tradidit eos in manus Nabuchodonosor regis Babylonis Chaldaei, qui domum hanc destruxit et populum eius transtulit in Babylonem.

AT greco 5,13υἱοὶ Βηβαι ἑξακόσιοι εἴκοσι τρεῖς υἱοὶ Ασγαδ χίλιοι τριακόσιοι εἴκοσι δύο
Nova Vulgata
Esd5,13Anno autem primo Cyri regis Babylonis, Cyrus rex proposuit edictum, ut domus Dei haec aedificaretur.
AT greco 5,14υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἕξ υἱοὶ Αδινου τετρακόσιοι πεντήκοντα τέσσαρες
Nova Vulgata Esd5,14Nam et vasa templi Dei aurea et argentea, quae Nabuchodonosor tulerat de templo, quod erat in Ierusalem, et asportaverat ea in templum Babylonis, protulit Cyrus rex de templo Babylonis, et data sunt viro cuidam nomine Sasabassar, quem et principem constituit,
AT greco 5,15υἱοὶ Ατηρ Εζεκιου ἐνενήκοντα δύο υἱοὶ Κιλαν καὶ Αζητας ἑξήκοντα ἑπτά υἱοὶ Αζουρου τετρακόσιοι τριάκοντα δύο
Nova Vulgata Esd5,15dixitque ei: 'Haec vasa tolle et vade et pone ea in templo, quod est in Ierusalem, et domus Dei aedificetur in loco suo'.
AT greco 5,16υἱοὶ Αννιας ἑκατὸν εἷς υἱοὶ Αρομ υἱοὶ Βασσαι τριακόσιοι εἴκοσι τρεῖς υἱοὶ Αριφου ἑκατὸν δέκα δύο
Nova Vulgata Esd5,16Tunc itaque Sasabassar ille venit et posuit fundamenta templi Dei in Ierusalem, et ex eo tempore usque nunc aedificatur et necdum completum est”.

AT greco 5,17υἱοὶ Βαιτηρους τρισχίλιοι πέντε υἱοὶ ἐκ Βαιθλωμων ἑκατὸν εἴκοσι τρεῖς
Nova Vulgata
Esd5,17Nunc ergo, si videtur regi bonum, recenseat in aerario regis, quod est in Babylone, utrumnam a Cyro rege potestas data fuerit, ut aedificaretur domus Dei in Ierusalem, et voluntatem regis super hac re mittat ad nos».
AT greco 5,18οἱ ἐκ Νετεβας πεντήκοντα πέντε οἱ ἐξ Ενατου ἑκατὸν πεντήκοντα ὀκτώ οἱ ἐκ Βαιτασμων τεσσαράκοντα δύο
AT greco 5,19οἱ ἐκ Καριαθιαριος εἴκοσι πέντε οἱ ἐκ Καπιρας καὶ Βηροτ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς
AT greco 5,20οἱ Χαδιασαι καὶ Αμμιδιοι τετρακόσιοι εἴκοσι δύο οἱ ἐκ Κιραμας καὶ Γαββης ἑξακόσιοι εἴκοσι εἷς
AT greco 5,21οἱ ἐκ Μακαλων ἑκατὸν εἴκοσι δύο οἱ ἐκ Βαιτολιω πεντήκοντα δύο υἱοὶ Νιφις ἑκατὸν πεντήκοντα ἕξ
AT greco 5,22υἱοὶ Καλαμω ἄλλου καὶ Ωνους ἑπτακόσιοι εἴκοσι πέντε υἱοὶ Ιερεχου τριακόσιοι τεσσαράκοντα πέντε
AT greco 5,23υἱοὶ Σαναας τρισχίλιοι τριακόσιοι τριάκοντα
AT greco 5,24οἱ ἱερεῖς υἱοὶ Ιεδδου τοῦ υἱοῦ Ἰησοῦ εἰς τοὺς υἱοὺς Ανασιβ ἐννακόσιοι ἑβδομήκοντα δύο υἱοὶ Εμμηρου χίλιοι πεντήκοντα δύο
AT greco 5,25υἱοὶ Φασσουρου χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά υἱοὶ Χαρμη χίλιοι δέκα ἑπτά
AT greco 5,26οἱ δὲ Λευῖται υἱοὶ Ἰησοῦ καὶ Καδμιηλου καὶ Βαννου καὶ Σουδιου ἑβδομήκοντα τέσσαρες
AT greco 5,27οἱ ἱεροψάλται υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ
AT greco 5,28οἱ θυρωροί υἱοὶ Σαλουμ υἱοὶ Αταρ υἱοὶ Τολμαν υἱοὶ Ακουβ υἱοὶ Ατητα υἱοὶ Σωβαι οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα
AT greco 5,29οἱ ἱερόδουλοι υἱοὶ Ησαυ υἱοὶ Ασιφα υἱοὶ Ταβαωθ υἱοὶ Κηρας υἱοὶ Σουα υἱοὶ Φαδαιου υἱοὶ Λαβανα υἱοὶ Αγγαβα
AT greco 5,30υἱοὶ Ακουδ υἱοὶ Ουτα υἱοὶ Κηταβ υἱοὶ Αγαβα υἱοὶ Συβαϊ υἱοὶ Αναν υἱοὶ Καθουα υἱοὶ Γεδδουρ
AT greco 5,31υἱοὶ Ιαϊρου υἱοὶ Δαισαν υἱοὶ Νοεβα υἱοὶ Χασεβα υἱοὶ Γαζηρα υἱοὶ Οζιου υἱοὶ Φινοε υἱοὶ Ασαρα υἱοὶ Βασθαι υἱοὶ Ασανα υἱοὶ Μαανι υἱοὶ Ναφισι υἱοὶ Ακουφ υἱοὶ Αχιβα υἱοὶ Ασουρ υἱοὶ Φαρακιμ υἱοὶ Βασαλωθ
AT greco 5,32υἱοὶ Μεεδδα υἱοὶ Κουθα υἱοὶ Χαρεα υἱοὶ Βαρχους υἱοὶ Σεραρ υἱοὶ Θομοι υἱοὶ Νασι υἱοὶ Ατιφα
AT greco 5,33υἱοὶ παίδων Σαλωμων υἱοὶ Ασσαφιωθ υἱοὶ Φαριδα υἱοὶ Ιεηλι υἱοὶ Λοζων υἱοὶ Ισδαηλ υἱοὶ Σαφυθι
AT greco 5,34υἱοὶ Αγια υἱοὶ Φακαρεθ-σαβιη υἱοὶ Σαρωθιε υἱοὶ Μασιας υἱοὶ Γας υἱοὶ Αδδους υἱοὶ Σουβας υἱοὶ Αφερρα υἱοὶ Βαρωδις υἱοὶ Σαφατ υἱοὶ Αμων
AT greco 5,35πάντες οἱ ἱερόδουλοι καὶ οἱ υἱοὶ τῶν παίδων Σαλωμων τριακόσιοι ἑβδομήκοντα δύο
AT greco 5,36οὗτοι ἀναβάντες ἀπὸ Θερμελεθ καὶ Θελερσας ἡγούμενος αὐτῶν Χαρααθ Αδαν καὶ Αμαρ
AT greco 5,37καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεὰς ὡς ἐκ τοῦ Ισραηλ εἰσίν υἱοὶ Δαλαν τοῦ υἱοῦ Τουβαν υἱοὶ Νεκωδαν ἑξακόσιοι πεντήκοντα δύο
AT greco 5,38καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης καὶ οὐχ εὑρέθησαν υἱοὶ Οββια υἱοὶ Ακκως υἱοὶ Ιοδδους τοῦ λαβόντος Αυγιαν γυναῖκα τῶν θυγατέρων Φαρζελλαιου καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ
AT greco 5,39καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης ἐχωρίσθησαν τοῦ ἱερατεύειν
AT greco 5,40καὶ εἶπεν αὐτοῖς Νεεμιας καὶ Ατθαριας μὴ μετέχειν τῶν ἁγίων αὐτούς ἕως ἀναστῇ ἀρχιερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν
AT greco 5,41οἱ δὲ πάντες ἦσαν Ισραηλ ἀπὸ δωδεκαετοῦς χωρὶς παίδων καὶ παιδισκῶν μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά ψάλται καὶ ψαλτῳδοὶ διακόσιοι τεσσαράκοντα πέντε
AT greco 5,42κάμηλοι τετρακόσιοι τριάκοντα πέντε καὶ ἵπποι ἑπτακισχίλιοι τριάκοντα ἕξ ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε ὑποζύγια πεντακισχίλια πεντακόσια εἴκοσι πέντε
AT greco 5,43καὶ ἐκ τῶν ἡγουμένων κατὰ τὰς πατριὰς ἐν τῷ παραγίνεσθαι αὐτοὺς εἰς τὸ ἱερὸν τοῦ θεοῦ τὸ ἐν Ιερουσαλημ εὔξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν
AT greco 5,44καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τῶν ἔργων χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας καὶ στολὰς ἱερατικὰς ἑκατόν
AT greco 5,45καὶ κατῳκίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ λαοῦ ἐν Ιερουσαλημ καὶ τῇ χώρᾳ οἵ τε ἱεροψάλται καὶ οἱ θυρωροὶ καὶ πᾶς Ισραηλ ἐν ταῖς κώμαις αὐτῶν
AT greco 5,46ἐνστάντος δὲ τοῦ ἑβδόμου μηνὸς καὶ ὄντων τῶν υἱῶν Ισραηλ ἑκάστου ἐν τοῖς ἰδίοις συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ
AT greco 5,47καὶ καταστὰς Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ οἱ τούτου ἀδελφοὶ ἡτοίμασαν τὸ θυσιαστήριον τοῦ θεοῦ τοῦ Ισραηλ
AT greco 5,48προσενέγκαι ἐπ’ αὐτοῦ ὁλοκαυτώσεις ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ τοῦ ἀνθρώπου τοῦ θεοῦ διηγορευμένοις
AT greco 5,49καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς καὶ κατώρθωσαν τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτοῦ ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καὶ ὁλοκαυτώματα τῷ κυρίῳ τὸ πρωινὸν καὶ τὸ δειλινὸν
AT greco 5,50καὶ ἠγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτήν ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ καὶ θυσίας καθ’ ἡμέραν ὡς προσῆκον ἦν
AT greco 5,51καὶ μετὰ ταῦτα προσφορὰς ἐνδελεχισμοῦ καὶ θυσίας σαββάτων καὶ νουμηνιῶν καὶ ἑορτῶν πασῶν ἡγιασμένων
AT greco 5,52καὶ ὅσοι εὔξαντο εὐχὴν τῷ θεῷ ἀπὸ τῆς νουμηνίας τοῦ ἑβδόμου μηνὸς ἤρξαντο προσφέρειν θυσίας τῷ θεῷ καὶ ὁ ναὸς τοῦ θεοῦ οὔπω ᾠκοδόμητο
AT greco 5,53καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τέκτοσι καὶ βρωτὰ καὶ ποτὰ καὶ χαρα τοῖς Σιδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ τοῦ Λιβάνου ξύλα κέδρινα διαφέρειν σχεδίας εἰς τὸν Ιοππης λιμένα κατὰ τὸ πρόσταγμα τὸ γραφὲν αὐτοῖς παρὰ Κύρου τοῦ Περσῶν βασιλέως
AT greco 5,54καὶ τῷ δευτέρῳ ἔτει παραγενόμενος εἰς τὸ ἱερὸν τοῦ θεοῦ εἰς Ιερουσαλημ μηνὸς δευτέρου ἤρξατο Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ οἱ ἱερεῖς οἱ Λευῖται καὶ πάντες οἱ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας εἰς Ιερουσαλημ
AT greco 5,55καὶ ἐθεμελίωσαν τὸν ναὸν τοῦ θεοῦ τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους ἐν τῷ ἐλθεῖν εἰς τὴν Ιουδαίαν καὶ Ιερουσαλημ
AT greco 5,56καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ κυρίου καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελφοὶ καὶ Καδμιηλ ὁ ἀδελφὸς καὶ οἱ υἱοὶ Ἰησοῦ Ημαδαβουν καὶ οἱ υἱοὶ Ιωδα τοῦ Ιλιαδουν σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς πάντες οἱ Λευῖται ὁμοθυμαδὸν ἐργοδιῶκται ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ θεοῦ
AT greco 5,57καὶ ᾠκοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν τοῦ κυρίου καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι μετὰ μουσικῶν καὶ σαλπίγγων καὶ οἱ Λευῖται υἱοὶ Ασαφ ἔχοντες τὰ κύμβαλα ὑμνοῦντες τῷ κυρίῳ καὶ εὐλογοῦντες κατὰ Δαυιδ βασιλέα τοῦ Ισραηλ
AT greco 5,58καὶ ἐφώνησαν δι’ ὕμνων ὁμολογοῦντες τῷ κυρίῳ ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας παντὶ Ισραηλ
AT greco 5,59καὶ πᾶς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ ὑμνοῦντες τῷ κυρίῳ ἐπὶ τῇ ἐγέρσει τοῦ οἴκου τοῦ κυρίου
AT greco 5,60καὶ ἤλθοσαν ἐκ τῶν ἱερέων τῶν Λευιτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν οἱ πρεσβύτεροι οἱ ἑωρακότες τὸν πρὸ τούτου οἶκον πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κραυγῆς καὶ κλαυθμοῦ μεγάλου
AT greco 5,61καὶ πολλοὶ διὰ σαλπίγγων καὶ χαρᾶς μεγάλῃ τῇ φωνῇ
AT greco 5,62ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγαλωστὶ ὥστε μακρόθεν ἀκούεσθαι
AT greco 5,63καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ιουδα καὶ Βενιαμιν ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων
AT greco 5,64καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσιν τὸν ναὸν τῷ κυρίῳ θεῷ Ισραηλ
AT greco 5,65καὶ προσελθόντες τῷ Ζοροβαβελ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν λέγουσιν αὐτοῖς συνοικοδομήσομεν ὑμῖν
AT greco 5,66ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιθύομεν ἀπὸ ἡμερῶν Ασβασαρεθ βασιλέως Ἀσσυρίων ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα
AT greco 5,67καὶ εἶπεν αὐτοῖς Ζοροβαβελ καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ Ισραηλ οὐχ ὑμῖν καὶ ἡμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίῳ τῷ θεῷ ἡμῶν
AT greco 5,68ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ κυρίῳ τοῦ Ισραηλ ἀκολούθως οἷς προσέταξεν ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν
AT greco 5,69τὰ δὲ ἔθνη τῆς γῆς ἐπικείμενα τοῖς ἐν τῇ Ιουδαίᾳ καὶ πολιορκοῦντες εἶργον τοῦ οἰκοδομεῖν
AT greco 5,70καὶ ἐπιβουλὰς καὶ δημαγωγίας καὶ ἐπισυστάσεις ποιούμενοι ἀπεκώλυσαν τοῦ ἐπιτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου
AT greco 5,71καὶ εἴρχθησαν τῆς οἰκοδομῆς ἔτη δύο ἕως τῆς Δαρείου βασιλείας