Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 1 Esdra - 9

1 Esdra

AT greco Torna al libro

AT ebraico

AT greco 9 9,1καὶ ἀναστὰς Εσδρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ ἐπορεύθη εἰς τὸ παστοφόριον Ιωαναν τοῦ Ελιασιβου
AT ebraico Esd9,1 וּכְכַלּ֣וֹת אֵ֗לֶּה נִגְּשׁ֨וּ אֵלַ֤י הַשָּׂרִים֙ לֵאמֹ֔ר לֹֽא־נִבְדְּל֞וּ הָעָ֤ם יִשְׂרָאֵל֙ וְהַכֹּהֲנִ֣ים וְהַלְוִיִּ֔ם מֵעַמֵּ֖י הָאֲרָצ֑וֹת כְּ֠תוֹעֲבֹֽתֵיהֶם לַכְּנַעֲנִ֨י הַחִתִּ֜י הַפְּרִזִּ֣י הַיְבוּסִ֗י הָֽעַמֹּנִי֙ הַמֹּ֣אָבִ֔י הַמִּצְרִ֖י וְהָאֱמֹרִֽי׃
AT greco 9,2καὶ αὐλισθεὶς ἐκεῖ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιεν πενθῶν ὑπὲρ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους
AT ebraico Esd9,2 כִּֽי־נָשְׂא֣וּ מִבְּנֹֽתֵיהֶ֗ם לָהֶם֙ וְלִבְנֵיהֶ֔ם וְהִתְעָֽרְבוּ֙ זֶ֣רַע הַקֹּ֔דֶשׁ בְּעַמֵּ֖י הָאֲרָצ֑וֹת וְיַ֧ד הַשָּׂרִ֣ים וְהַסְּגָנִ֗ים הָֽיְתָ֛ה בַּמַּ֥עַל הַזֶּ֖ה רִאשׁוֹנָֽה׃ ס          
AT greco 9,3καὶ ἐγένετο κήρυγμα ἐν ὅλῃ τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ πᾶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας συναχθῆναι εἰς Ιερουσαλημ
AT ebraico Esd9,3 וּכְשָׁמְעִי֙ אֶת־הַדָּבָ֣ר הַזֶּ֔ה קָרַ֥עְתִּי אֶת־בִּגְדִ֖י וּמְעִילִ֑י וָאֶמְרְטָ֞ה מִשְּׂעַ֤ר רֹאשִׁי֙ וּזְקָנִ֔י וָאֵשְׁבָ֖ה מְשׁוֹמֵֽם׃
AT greco 9,4καὶ ὅσοι ἂν μὴ ἀπαντήσωσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις κατὰ τὸ κρίμα τῶν προκαθημένων πρεσβυτέρων ἀνιερωθήσονται τὰ κτήνη αὐτῶν καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ τοῦ πλήθους τῆς αἰχμαλωσίας
AT ebraico Esd9,4 וְאֵלַ֣י יֵאָסְפ֗וּ כֹּ֤ל חָרֵד֙ בְּדִבְרֵ֣י אֱלֹהֵֽי־יִשְׂרָאֵ֔ל עַ֖ל מַ֣עַל הַגּוֹלָ֑ה וַאֲנִי֙ יֹשֵׁ֣ב מְשׁוֹמֵ֔ם עַ֖ד לְמִנְחַ֥ת הָעָֽרֶב׃
AT greco 9,5καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς φυλῆς Ιουδα καὶ Βενιαμιν ἐν τρισὶν ἡμέραις εἰς Ιερουσαλημ οὗτος ὁ μὴν ἔνατος τῇ εἰκάδι τοῦ μηνός
AT ebraico Esd9,5 וּבְמִנְחַ֣ת הָעֶ֗רֶב קַ֚מְתִּי מִתַּֽעֲנִיתִ֔י וּבְקָרְעִ֥י בִגְדִ֖י וּמְעִילִ֑י וָֽאֶכְרְעָה֙ עַל־בִּרְכַּ֔י וָאֶפְרְשָׂ֥ה כַפַּ֖י אֶל־יְהוָ֥ה אֱלֹהָֽי׃
AT greco 9,6καὶ συνεκάθισαν πᾶν τὸ πλῆθος ἐν τῇ εὐρυχώρῳ τοῦ ἱεροῦ τρέμοντες διὰ τὸν ἐνεστῶτα χειμῶνα
AT ebraico Esd9,6 וָאֹמְרָ֗ה אֱלֹהַי֙ בֹּ֣שְׁתִּי וְנִכְלַ֔מְתִּי לְהָרִ֧ים אֱלֹהַ֛י פָּנַ֖י אֵלֶ֑יךָ כִּ֣י עֲוֺנֹתֵ֤ינוּ רָבוּ֙ לְמַ֣עְלָה רֹּ֔אשׁ וְאַשְׁמָתֵ֥נוּ גָדְלָ֖ה עַ֥ד לַשָּׁמָֽיִם׃
AT greco 9,7καὶ ἀναστὰς Εσδρας εἶπεν αὐτοῖς ὑμεῖς ἠνομήσατε καὶ συνῳκίσατε γυναῖκας ἀλλογενεῖς τοῦ προσθεῖναι ἁμαρτίαν τῷ Ισραηλ
AT ebraico Esd9,7 מִימֵ֣י אֲבֹתֵ֗ינוּ אֲנַ֙חְנוּ֙ בְּאַשְׁמָ֣ה גְדֹלָ֔ה עַ֖ד הַיּ֣וֹם הַזֶּ֑ה וּבַעֲוֺנֹתֵ֡ינוּ נִתַּ֡נּוּ אֲנַחְנוּ֩ מְלָכֵ֨ינוּ כֹהֲנֵ֜ינוּ בְּיַ֣ד ׀ מַלְכֵ֣י הָאֲרָצ֗וֹת בַּחֶ֜רֶב בַּשְּׁבִ֧י וּבַבִּזָּ֛ה וּבְבֹ֥שֶׁת פָּנִ֖ים כְּהַיּ֥וֹם הַזֶּֽה׃
AT greco 9,8καὶ νῦν δότε ὁμολογίαν δόξαν τῷ κυρίῳ θεῷ τῶν πατέρων ἡμῶν
AT ebraico Esd9,8 וְעַתָּ֡ה כִּמְעַט־רֶגַע֩ הָיְתָ֨ה תְחִנָּ֜ה מֵאֵ֣ת ׀ יְהוָ֣ה אֱלֹהֵ֗ינוּ לְהַשְׁאִ֥יר לָ֙נוּ֙ פְּלֵיטָ֔ה וְלָתֶת־לָ֥נוּ יָתֵ֖ד בִּמְק֣וֹם קָדְשׁ֑וֹ לְהָאִ֤יר עֵינֵ֙ינוּ֙ אֱלֹהֵ֔ינוּ וּלְתִתֵּ֛נוּ מִֽחְיָ֥ה מְעַ֖ט בְּעַבְדֻתֵֽנוּ׃
AT greco 9,9καὶ ποιήσατε τὸ θέλημα αὐτοῦ καὶ χωρίσθητε ἀπὸ τῶν ἐθνῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλογενῶν
AT ebraico Esd9,9 כִּֽי־עֲבָדִ֣ים אֲנַ֔חְנוּ וּבְעַבְדֻ֔תֵנוּ‪C,C,c‬ לֹ֥א עֲזָבָ֖נוּ אֱלֹהֵ֑ינוּ וַֽיַּט־עָלֵ֣ינוּ חֶ֡סֶד לִפְנֵי֩ מַלְכֵ֨י פָרַ֜ס לָֽתֶת־לָ֣נוּ מִֽחְיָ֗ה לְרוֹמֵ֞ם אֶת־בֵּ֤ית אֱלֹהֵ֙ינוּ֙ וּלְהַעֲמִ֣יד אֶת־חָרְבֹתָ֔יו וְלָֽתֶת־לָ֣נוּ גָדֵ֔ר בִּֽיהוּדָ֖ה וּבִירוּשָׁלִָֽם׃ ס          
AT greco 9,10καὶ ἐφώνησαν ἅπαν τὸ πλῆθος καὶ εἶπον μεγάλῃ τῇ φωνῇ οὕτως ὡς εἴρηκας ποιήσομεν
AT ebraico Esd9,10 וְעַתָּ֛ה מַה־נֹּאמַ֥ר אֱלֹהֵ֖ינוּ אַֽחֲרֵי־זֹ֑את כִּ֥י עָזַ֖בְנוּ מִצְוֺתֶֽיךָ׃
AT greco 9,11ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ἡ ὥρα χειμερινή καὶ οὐκ ἰσχύομεν στῆναι αἴθριοι καὶ οὐχ εὕρομεν καὶ τὸ ἔργον ἡμῖν οὐκ ἔστιν ἡμέρας μιᾶς οὐδὲ δύο ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις
AT ebraico Esd9,11 אֲשֶׁ֣ר צִוִּ֗יתָ בְּיַ֨ד עֲבָדֶ֣יךָ הַנְּבִיאִים֮ לֵאמֹר֒ הָאָ֗רֶץ אֲשֶׁ֨ר אַתֶּ֤ם בָּאִים֙ לְרִשְׁתָּ֔הּ אֶ֤רֶץ נִדָּה֙ הִ֔יא בְּנִדַּ֖ת עַמֵּ֣י הָאֲרָצ֑וֹת בְּתוֹעֲבֹֽתֵיהֶ֗ם אֲשֶׁ֥ר מִלְא֛וּהָ מִפֶּ֥ה אֶל־פֶּ֖ה בְּטֻמְאָתָֽם׃
AT greco 9,12στήτωσαν δὲ οἱ προηγούμενοι τοῦ πλήθους καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν ὅσοι ἔχουσιν γυναῖκας ἀλλογενεῖς παραγενηθήτωσαν λαβόντες χρόνον
AT ebraico Esd9,12 וְ֠עַתָּה בְּֽנוֹתֵיכֶ֞ם אַל־תִּתְּנ֣וּ לִבְנֵיהֶ֗ם וּבְנֹֽתֵיהֶם֙ אַל־תִּשְׂא֣וּ לִבְנֵיכֶ֔ם וְלֹֽא־תִדְרְשׁ֧וּ שְׁלֹמָ֛ם וְטוֹבָתָ֖ם עַד־עוֹלָ֑ם לְמַ֣עַן תֶּחֶזְק֗וּ וַאֲכַלְתֶּם֙ אֶת־ט֣וּב הָאָ֔רֶץ וְהוֹרַשְׁתֶּ֥ם לִבְנֵיכֶ֖ם עַד־עוֹלָֽם׃
AT greco 9,13καὶ ἑκάστου δὲ τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτὰς ἕως τοῦ λῦσαι τὴν ὀργὴν τοῦ κυρίου ἀφ’ ἡμῶν τοῦ πράγματος τούτου
AT ebraico Esd9,13 וְאַֽחֲרֵי֙ כָּל־הַבָּ֣א עָלֵ֔ינוּ בְּמַעֲשֵׂ֙ינוּ֙ הָרָעִ֔ים וּבְאַשְׁמָתֵ֖נוּ הַגְּדֹלָ֑ה כִּ֣י ׀ אַתָּ֣ה אֱלֹהֵ֗ינוּ חָשַׂ֤כְתָּֽ לְמַ֙טָּה֙ מֵֽעֲוֺנֵ֔נוּ וְנָתַ֥תָּה לָּ֛נוּ פְּלֵיטָ֖ה כָּזֹֽאת׃
AT greco 9,14Ιωναθας Αζαηλου καὶ Ιεζιας Θοκανου ἐπεδέξαντο κατὰ ταῦτα καὶ Μοσολλαμος καὶ Λευις καὶ Σαββαταιος συνεβράβευσαν αὐτοῖς
AT ebraico Esd9,14 הֲנָשׁוּב֙ לְהָפֵ֣ר מִצְוֺתֶ֔יךָ וּ֨לְהִתְחַתֵּ֔ן בְּעַמֵּ֥י הַתֹּעֵב֖וֹת הָאֵ֑לֶּה הֲל֤וֹא תֶֽאֱנַף־בָּ֙נוּ֙ עַד־כַּלֵּ֔ה לְאֵ֥ין שְׁאֵרִ֖ית וּפְלֵיטָֽה׃ פ 
AT greco 9,15καὶ ἐποίησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας
AT ebraico Esd9,15 יְהוָ֞ה אֱלֹהֵ֤י יִשְׂרָאֵל֙ צַדִּ֣יק אַ֔תָּה כִּֽי־נִשְׁאַ֥רְנוּ פְלֵיטָ֖ה כְּהַיּ֣וֹם הַזֶּ֑ה הִנְנ֤וּ לְפָנֶ֙יךָ֙ בְּאַשְׁמָתֵ֔ינוּ כִּ֣י אֵ֥ין לַעֲמ֛וֹד לְפָנֶ֖יךָ עַל־זֹֽאת׃ פ 
AT greco 9,16καὶ ἐπελέξατο ἑαυτῷ Εσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν κατ’ ὄνομα πάντας καὶ συνεκάθισαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα
AT greco 9,17καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυνέχοντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός
AT greco 9,18καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες
AT greco 9,19ἐκ τῶν υἱῶν Ἰησοῦ τοῦ Ιωσεδεκ καὶ τῶν ἀδελφῶν Μασηας καὶ Ελεαζαρος καὶ Ιωριβος καὶ Ιωδανος
AT greco 9,20καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπὲρ τῆς ἀγνοίας αὐτῶν
AT greco 9,21καὶ ἐκ τῶν υἱῶν Εμμηρ Ανανιας καὶ Ζαβδαιος καὶ Μανης καὶ Σαμαιος καὶ Ιιηλ καὶ Αζαριας
AT greco 9,22καὶ ἐκ τῶν υἱῶν Φαισουρ Ελιωναις Μασσιας Ισμαηλος καὶ Ναθαναηλος καὶ Ωκιδηλος καὶ Σαλθας
AT greco 9,23καὶ ἐκ τῶν Λευιτῶν Ιωζαβδος καὶ Σεμεϊς καὶ Κωλιος οὗτος Καλιτας καὶ Παθαιος καὶ Ωουδας καὶ Ιωανας
AT greco 9,24ἐκ τῶν ἱεροψαλτῶν Ελιασιβος Βακχουρος
AT greco 9,25ἐκ τῶν θυρωρῶν Σαλλουμος καὶ Τολβανης
AT greco 9,26ἐκ τοῦ Ισραηλ ἐκ τῶν υἱῶν Φορος Ιερμας καὶ Ιεζιας καὶ Μελχιας καὶ Μιαμινος καὶ Ελεαζαρος καὶ Ασιβιας καὶ Βανναιας
AT greco 9,27ἐκ τῶν υἱῶν Ηλαμ Ματανιας καὶ Ζαχαριας Ιεζριηλος καὶ Ωβαδιος καὶ Ιερεμωθ καὶ Ηλιας
AT greco 9,28καὶ ἐκ τῶν υἱῶν Ζαμοθ Ελιαδας Ελιασιμος Οθονιας Ιαριμωθ καὶ Σαβαθος καὶ Ζερδαιας
AT greco 9,29καὶ ἐκ τῶν υἱῶν Βηβαι Ιωαννης καὶ Ανανιας καὶ Ζαβδος καὶ Εμαθις
AT greco 9,30καὶ ἐκ τῶν υἱῶν Μανι Ωλαμος Μαμουχος Ιεδαιος Ιασουβος καὶ Ασαηλος καὶ Ιερεμωθ
AT greco 9,31καὶ ἐκ τῶν υἱῶν Αδδι Νααθος καὶ Μοοσσιας Λακκουνος καὶ Ναϊδος καὶ Βεσκασπασμυς καὶ Σεσθηλ καὶ Βαλνουος καὶ Μανασσηας
AT greco 9,32καὶ ἐκ τῶν υἱῶν Ανναν Ελιωνας καὶ Ασαιας καὶ Μελχιας καὶ Σαββαιας καὶ Σιμων Χοσαμαιος
AT greco 9,33καὶ ἐκ τῶν υἱῶν Ασομ Μαλτανναιος καὶ Ματταθιας καὶ Σαβανναιους καὶ Ελιφαλατ καὶ Μανασσης καὶ Σεμεϊ
AT greco 9,34καὶ ἐκ τῶν υἱῶν Βαανι Ιερεμιας Μομδιος Μαηρος Ιουηλ Μαμδαι καὶ Πεδιας καὶ Ανως Καραβασιων καὶ Ελιασιβος καὶ Μαμνιταναιμος Ελιασις Βαννους Ελιαλις Σομεϊς Σελεμιας Ναθανιας καὶ ἐκ τῶν υἱῶν Εζωρα Σεσσις Εζριλ Αζαηλος Σαματος Ζαμβρις Ιωσηπος
AT greco 9,35καὶ ἐκ τῶν υἱῶν Νοομα Μαζιτιας Ζαβαδαιας Ηδαις Ιουηλ Βαναιας
AT greco 9,36πάντες οὗτοι συνῴκισαν γυναῖκας ἀλλογενεῖς καὶ ἀπέλυσαν αὐτὰς σὺν τέκνοις
AT greco 9,37καὶ κατῴκησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ Ισραηλ ἐν Ιερουσαλημ καὶ ἐν τῇ χώρᾳ τῇ νουμηνίᾳ τοῦ ἑβδόμου μηνός καὶ οἱ υἱοὶ Ισραηλ ἐν ταῖς κατοικίαις αὐτῶν
AT greco 9,38καὶ συνήχθη πᾶν τὸ πλῆθος ὁμοθυμαδὸν ἐπὶ τὸ εὐρύχωρον τοῦ πρὸς ἀνατολὰς τοῦ ἱεροῦ πυλῶνος
AT greco 9,39καὶ εἶπον Εσδρα τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ κομίσαι τὸν νόμον Μωυσέως τὸν παραδοθέντα ὑπὸ τοῦ κυρίου θεοῦ Ισραηλ
AT greco 9,40καὶ ἐκόμισεν Εσδρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀπὸ ἀνθρώπου ἕως γυναικὸς καὶ πᾶσιν τοῖς ἱερεῦσιν ἀκοῦσαι τοῦ νόμου νουμηνίᾳ τοῦ ἑβδόμου μηνός
AT greco 9,41καὶ ἀνεγίγνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρῳ ἀπὸ ὄρθρου ἕως μεσημβρινοῦ ἐνώπιον ἀνδρῶν τε καὶ γυναικῶν καὶ ἐπέδωκαν πᾶν τὸ πλῆθος τὸν νοῦν εἰς τὸν νόμον
AT greco 9,42καὶ ἔστη Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνου βήματος τοῦ κατασκευασθέντος
AT greco 9,43καὶ ἔστησαν παρ’ αὐτῷ Ματταθιας Σαμμους Ανανιας Αζαριας Ουριας Εζεκιας Βααλσαμος ἐκ δεξιῶν
AT greco 9,44καὶ ἐξ εὐωνύμων Φαδαιος Μισαηλ Μελχιας Λωθασουβος Ναβαριας Ζαχαριας
AT greco 9,45καὶ ἀναλαβὼν Εσδρας τὸ βιβλίον τοῦ νόμου ἐνώπιον τοῦ πλήθους προεκάθητο γὰρ ἐπιδόξως ἐνώπιον πάντων
AT greco 9,46καὶ ἐν τῷ λῦσαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν καὶ εὐλόγησεν Εσδρας τῷ κυρίῳ θεῷ ὑψίστῳ θεῷ σαβαωθ παντοκράτορι
AT greco 9,47καὶ ἐπεφώνησεν πᾶν τὸ πλῆθος αμην καὶ ἄραντες ἄνω τὰς χεῖρας προσπεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν τῷ κυρίῳ
AT greco 9,48Ἰησοῦς καὶ Αννιουθ καὶ Σαραβιας Ιαδινος Ιακουβος Σαββαταιος Αυταιας Μαιαννας καὶ Καλιτας Αζαριας καὶ Ιωζαβδος Ανανιας Φαλιας οἱ Λευῖται ἐδίδασκον τὸν νόμον κυρίου καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῦ κυρίου ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν
AT greco 9,49καὶ εἶπεν Ατταρατης Εσδρα τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ καὶ τοῖς Λευίταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας
AT greco 9,50ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τῷ κυρίῳ καὶ πάντες ἔκλαιον ἐν τῷ ἀκοῦσαι τοῦ νόμου
AT greco 9,51βαδίσαντες οὖν φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε ἀποστολὰς τοῖς μὴ ἔχουσιν
AT greco 9,52ἁγία γὰρ ἡ ἡμέρα τῷ κυρίῳ καὶ μὴ λυπεῖσθε ὁ γὰρ κύριος δοξάσει ὑμᾶς
AT greco 9,53καὶ οἱ Λευῖται ἐκέλευον τῷ δήμῳ παντὶ λέγοντες ἡ ἡμέρα αὕτη ἁγία μὴ λυπεῖσθε
AT greco 9,54καὶ ᾤχοντο πάντες φαγεῖν καὶ πιεῖν καὶ εὐφραίνεσθαι καὶ δοῦναι ἀποστολὰς τοῖς μὴ ἔχουσιν καὶ εὐφρανθῆναι μεγάλως
AT greco 9,55ὅτι καὶ ἐνεφυσιώθησαν ἐν τοῖς ῥήμασιν οἷς ἐδιδάχθησαν καὶ ἐπισυνήχθησαν