Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 2 Cronache - 23

2 Cronache

AT greco Torna al libro

NT greco

AT greco 23 23,1καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἐκραταίωσεν Ιωδαε καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους τὸν Αζαριαν υἱὸν Ιωραμ καὶ τὸν Ισμαηλ υἱὸν Ιωαναν καὶ τὸν Αζαριαν υἱὸν Ωβηδ καὶ τὸν Μαασαιαν υἱὸν Αδαια καὶ τὸν Ελισαφαν υἱὸν Ζαχαρια μετ’ αὐτοῦ εἰς οἶκον
AT greco 23,2καὶ ἐκύκλωσαν τὸν Ιουδαν καὶ συνήγαγον τοὺς Λευίτας ἐκ πασῶν τῶν πόλεων Ιουδα καὶ ἄρχοντας πατριῶν τοῦ Ισραηλ καὶ ἦλθον εἰς Ιερουσαλημ
AT greco 23,3καὶ διέθεντο πᾶσα ἐκκλησία Ιουδα διαθήκην ἐν οἴκῳ τοῦ θεοῦ μετὰ τοῦ βασιλέως καὶ ἔδειξεν αὐτοῖς τὸν υἱὸν τοῦ βασιλέως καὶ εἶπεν αὐτοῖς ἰδοὺ ὁ υἱὸς τοῦ βασιλέως βασιλευσάτω καθὼς ἐλάλησεν κύριος ἐπὶ τὸν οἶκον Δαυιδ
AT greco 23,4νῦν ὁ λόγος οὗτος ὃν ποιήσετε τὸ τρίτον ἐξ ὑμῶν εἰσπορευέσθωσαν τὸ σάββατον τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ εἰς τὰς πύλας τῶν εἰσόδων
AT greco 23,5καὶ τὸ τρίτον ἐν οἴκῳ τοῦ βασιλέως καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῇ μέσῃ καὶ πᾶς ὁ λαὸς ἐν αὐλαῖς οἴκου κυρίου
AT greco 23,6καὶ μὴ εἰσελθέτω εἰς οἶκον κυρίου ἐὰν μὴ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λειτουργοῦντες τῶν Λευιτῶν αὐτοὶ εἰσελεύσονται ὅτι ἅγιοί εἰσιν καὶ πᾶς ὁ λαὸς φυλασσέτω φυλακὰς κυρίου
AT greco 23,7καὶ κυκλώσουσιν οἱ Λευῖται τὸν βασιλέα κύκλῳ ἀνδρὸς σκεῦος ἐν χειρὶ αὐτοῦ καὶ ὁ εἰσπορευόμενος εἰς τὸν οἶκον ἀποθανεῖται καὶ ἔσονται μετὰ τοῦ βασιλέως εἰσπορευομένου καὶ ἐκπορευομένου
AT greco 23,8καὶ ἐποίησαν οἱ Λευῖται καὶ πᾶς Ιουδα κατὰ πάντα ὅσα ἐνετείλατο Ιωδαε ὁ ἱερεύς καὶ ἔλαβον ἕκαστος τοὺς ἄνδρας αὐτοῦ ἀπ’ ἀρχῆς τοῦ σαββάτου ἕως ἐξόδου τοῦ σαββάτου ὅτι οὐ κατέλυσεν Ιωδαε τὰς ἐφημερίας
AT greco 23,9καὶ ἔδωκεν τὰς μαχαίρας καὶ τοὺς θυρεοὺς καὶ τὰ ὅπλα ἃ ἦν τοῦ βασιλέως Δαυιδ ἐν οἴκῳ τοῦ θεοῦ
AT greco 23,10καὶ ἔστησεν πάντα τὸν λαόν ἕκαστον ἐν τοῖς ὅπλοις αὐτοῦ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τῆς ἀριστερᾶς τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ
AT greco 23,11καὶ ἐξήγαγεν τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ’ αὐτὸν τὸ βασίλειον καὶ τὰ μαρτύρια καὶ ἐβασίλευσαν καὶ ἔχρισαν αὐτὸν Ιωδαε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ εἶπαν ζήτω ὁ βασιλεύς
AT greco 23,12καὶ ἤκουσεν Γοθολια τὴν φωνὴν τοῦ λαοῦ τῶν τρεχόντων καὶ ἐξομολογουμένων καὶ αἰνούντων τὸν βασιλέα καὶ εἰσῆλθεν πρὸς τὸν βασιλέα εἰς οἶκον κυρίου
AT greco 23,13καὶ εἶδεν καὶ ἰδοὺ ὁ βασιλεὺς ἐπὶ τῆς στάσεως αὐτοῦ καὶ ἐπὶ τῆς εἰσόδου οἱ ἄρχοντες καὶ αἱ σάλπιγγες περὶ τὸν βασιλέα καὶ πᾶς ὁ λαὸς ηὐφράνθη καὶ ἐσάλπισαν ἐν ταῖς σάλπιγξιν καὶ οἱ ᾄδοντες ἐν τοῖς ὀργάνοις ᾠδοὶ καὶ ὑμνοῦντες αἶνον καὶ διέρρηξεν Γοθολια τὴν στολὴν αὐτῆς καὶ ἐβόησεν καὶ εἶπεν ἐπιτιθέμενοι ἐπιτίθεσθε
AT greco 23,14καὶ ἐξῆλθεν Ιωδαε ὁ ἱερεύς καὶ ἐνετείλατο Ιωδαε ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις καὶ τοῖς ἀρχηγοῖς τῆς δυνάμεως καὶ εἶπεν αὐτοῖς ἐκβάλετε αὐτὴν ἐκτὸς τοῦ οἴκου καὶ εἰσέλθατε ὀπίσω αὐτῆς καὶ ἀποθανέτω μαχαίρᾳ ὅτι εἶπεν ὁ ἱερεύς μὴ ἀποθανέτω ἐν οἴκῳ κυρίου
AT greco 23,15καὶ ἔδωκαν αὐτῇ ἄνεσιν καὶ διῆλθεν διὰ τῆς πύλης τῶν ἱππέων τοῦ οἴκου τοῦ βασιλέως καὶ ἐθανάτωσαν αὐτὴν ἐκεῖ
AT greco 23,16καὶ διέθετο Ιωδαε διαθήκην ἀνὰ μέσον αὐτοῦ καὶ τοῦ λαοῦ καὶ τοῦ βασιλέως εἶναι λαὸν τῷ κυρίῳ
AT greco 23,17καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον Βααλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα αὐτοῦ ἐλέπτυναν καὶ τὸν Ματθαν ἱερέα τῆς Βααλ ἐθανάτωσαν ἐναντίον τῶν θυσιαστηρίων αὐτοῦ
AT greco 23,18καὶ ἐνεχείρησεν Ιωδαε ὁ ἱερεὺς τὰ ἔργα οἴκου κυρίου διὰ χειρὸς ἱερέων καὶ Λευιτῶν καὶ ἀνέστησεν τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν ἃς διέστειλεν Δαυιδ ἐπὶ τὸν οἶκον κυρίου καὶ ἀνενέγκαι ὁλοκαυτώματα κυρίῳ καθὼς γέγραπται ἐν νόμῳ Μωυσῆ ἐν εὐφροσύνῃ καὶ ἐν ᾠδαῖς διὰ χειρὸς Δαυιδ
AT greco 23,19καὶ ἔστησαν οἱ πυλωροὶ ἐπὶ τὰς πύλας οἴκου κυρίου καὶ οὐκ εἰσελεύσεται ἀκάθαρτος εἰς πᾶν πρᾶγμα
AT greco 23,20καὶ ἔλαβεν τοὺς πατριάρχας καὶ τοὺς δυνατοὺς καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ καὶ πάντα τὸν λαὸν τῆς γῆς καὶ ἀνεβίβασαν τὸν βασιλέα εἰς οἶκον κυρίου καὶ εἰσῆλθεν διὰ τῆς πύλης τῆς ἐσωτέρας εἰς τὸν οἶκον τοῦ βασιλέως καὶ ἐκάθισαν τὸν βασιλέα ἐπὶ τὸν θρόνον τῆς βασιλείας
AT greco 23,21καὶ ηὐφράνθη πᾶς ὁ λαὸς τῆς γῆς καὶ ἡ πόλις ἡσύχασεν καὶ τὴν Γοθολιαν ἐθανάτωσαν μαχαίρᾳ