Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23

2 Esdra (Esdra e Neemia)

AT greco Torna al libro

CEI 2008

AT greco 17 17,1καὶ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος καὶ ἔστησα τὰς θύρας καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ Λευῖται
AT greco 17,2καὶ ἐνετειλάμην τῷ Ανανια ἀδελφῷ μου καὶ τῷ Ανανια ἄρχοντι τῆς βιρα ἐν Ιερουσαλημ ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν θεὸν παρὰ πολλούς
AT greco 17,3καὶ εἶπα αὐτοῖς οὐκ ἀνοιγήσονται πύλαι Ιερουσαλημ ἕως ἅμα τῷ ἡλίῳ καὶ ἔτι αὐτῶν γρηγορούντων κλειέσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν καὶ στῆσον προφύλακας οἰκούντων ἐν Ιερουσαλημ ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ
AT greco 17,4καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι
AT greco 17,5καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας καὶ εὗρον βιβλίον τῆς συνοδίας οἳ ἀνέβησαν ἐν πρώτοις καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ
AT greco 17,6καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ εἰς Ιουδα ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ
AT greco 17,7μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ καὶ Νεεμια Αζαρια Δαεμια Ναεμανι Μαρδοχαιος Βαλσαν Μασφαραθ Εσδρα Βαγοι Ναουμ Βαανα Μασφαρ ἄνδρες λαοῦ Ισραηλ
AT greco 17,8υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο
AT greco 17,9υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο
AT greco 17,10υἱοὶ Ηρα ἑξακόσιοι πεντήκοντα δύο
AT greco 17,11υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ
AT greco 17,12υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
AT greco 17,13υἱοὶ Ζαθουα ὀκτακόσιοι τεσσαράκοντα πέντε
AT greco 17,14υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα
AT greco 17,15υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ
AT greco 17,16υἱοὶ Βηβι ἑξακόσιοι εἴκοσι ὀκτώ
AT greco 17,17υἱοὶ Ασγαδ δισχίλιοι τριακόσιοι εἴκοσι δύο
AT greco 17,18υἱοὶ Αδενικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά
AT greco 17,19υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἑπτά
AT greco 17,20υἱοὶ Ηδιν ἑξακόσιοι πεντήκοντα πέντε
AT greco 17,21υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ
AT greco 17,22υἱοὶ Ησαμ τριακόσιοι εἴκοσι ὀκτώ
AT greco 17,23υἱοὶ Βεσι τριακόσιοι εἴκοσι τέσσαρες
AT greco 17,24υἱοὶ Αριφ ἑκατὸν δώδεκα
AT greco 17,25υἱοὶ Γαβαων ἐνενήκοντα πέντε
AT greco 17,26υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς υἱοὶ Νετωφα πεντήκοντα ἕξ
AT greco 17,27υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ
AT greco 17,28ἄνδρες Βηθασμωθ τεσσαράκοντα δύο
AT greco 17,29ἄνδρες Καριαθιαριμ Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς
AT greco 17,30ἄνδρες Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς
AT greco 17,31ἄνδρες Μαχεμας ἑκατὸν εἴκοσι δύο
AT greco 17,32ἄνδρες Βηθηλ καὶ Αια ἑκατὸν εἴκοσι τρεῖς
AT greco 17,33ἄνδρες Ναβι-ααρ πεντήκοντα δύο
AT greco 17,34ἄνδρες Ηλαμ-ααρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
AT greco 17,35υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι
AT greco 17,36υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε
AT greco 17,37υἱοὶ Λοδ Αδιδ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι εἷς
AT greco 17,38υἱοὶ Σαναα τρισχίλιοι ἐννακόσιοι τριάκοντα
AT greco 17,39οἱ ἱερεῖς υἱοὶ Ιωδαε εἰς οἶκον Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς
AT greco 17,40υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο
AT greco 17,41υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά
AT greco 17,42υἱοὶ Ηραμ χίλιοι δέκα ἑπτά
AT greco 17,43οἱ Λευῖται υἱοὶ Ἰησοῦ τῷ Καδμιηλ τοῖς υἱοῖς τοῦ Ουδουια ἑβδομήκοντα τέσσαρες
AT greco 17,44οἱ ᾄδοντες υἱοὶ Ασαφ ἑκατὸν τεσσαράκοντα ὀκτώ
AT greco 17,45οἱ πυλωροί υἱοὶ Σαλουμ υἱοὶ Ατηρ υἱοὶ Τελμων υἱοὶ Ακουβ υἱοὶ Ατιτα υἱοὶ Σαβι ἑκατὸν τριάκοντα ὀκτώ
AT greco 17,46οἱ ναθινιμ υἱοὶ Σηα υἱοὶ Ασιφα υἱοὶ Ταβαωθ
AT greco 17,47υἱοὶ Κιρας υἱοὶ Σουια υἱοὶ Φαδων
AT greco 17,48υἱοὶ Λαβανα υἱοὶ Αγαβα υἱοὶ Σαλαμι
AT greco 17,49υἱοὶ Αναν υἱοὶ Γαδηλ υἱοὶ Γααρ
AT greco 17,50υἱοὶ Ρααια υἱοὶ Ρασων υἱοὶ Νεκωδα
AT greco 17,51υἱοὶ Γηζαμ υἱοὶ Οζι υἱοὶ Φεση
AT greco 17,52υἱοὶ Βησι υἱοὶ Μεϊνωμ υἱοὶ Νεφωσασιμ
AT greco 17,53υἱοὶ Βακβουκ υἱοὶ Αχιφα υἱοὶ Αρουρ
AT greco 17,54υἱοὶ Βασαλωθ υἱοὶ Μεϊδα υἱοὶ Αδασαν
AT greco 17,55υἱοὶ Βαρκους υἱοὶ Σισαρα υἱοὶ Θημα
AT greco 17,56υἱοὶ Νισια υἱοὶ Ατιφα
AT greco 17,57υἱοὶ δούλων Σαλωμων υἱοὶ Σουτι υἱοὶ Σαφαραθ υἱοὶ Φεριδα
AT greco 17,58υἱοὶ Ιεαλη υἱοὶ Δορκων υἱοὶ Γαδηλ
AT greco 17,59υἱοὶ Σαφατια υἱοὶ Ετηλ υἱοὶ Φαχαραθ υἱοὶ Σαβαϊμ υἱοὶ Ημιμ
AT greco 17,60πάντες οἱ ναθινιμ καὶ υἱοὶ δούλων Σαλωμων τριακόσιοι ἐνενήκοντα δύο
AT greco 17,61καὶ οὗτοι ἀνέβησαν ἀπὸ Θελμελεθ Αρησα Χαρουβ Ηρων Ιεμηρ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἀπὸ Ισραηλ εἰσίν
AT greco 17,62υἱοὶ Δαλαια υἱοὶ Τωβια υἱοὶ Νεκωδα ἑξακόσιοι τεσσαράκοντα δύο
AT greco 17,63καὶ ἀπὸ τῶν ἱερέων υἱοὶ Εβια υἱοὶ Ακως υἱοὶ Βερζελλι ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλι τοῦ Γαλααδίτου γυναῖκας καὶ ἐκλήθη ἐπ’ ὀνόματι αὐτῶν
AT greco 17,64οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας καὶ οὐχ εὑρέθη καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας
AT greco 17,65καὶ εἶπεν Αθερσαθα ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ὁ ἱερεὺς φωτίσων
AT greco 17,66καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡς εἷς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα
AT greco 17,67πάρεξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι τεσσαράκοντα πέντε
AT greco 17,68ἵπποι ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε
AT greco 17,69κάμηλοι τετρακόσιοι τριάκοντα πέντε ὄνοι ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι
AT greco 17,70καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμια εἰς θησαυρὸν χρυσοῦς χιλίους φιάλας πεντήκοντα καὶ χοθωνωθ τῶν ἱερέων τριάκοντα
AT greco 17,71καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας
AT greco 17,72καὶ ἔδωκαν οἱ κατάλοιποι τοῦ λαοῦ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας καὶ χοθωνωθ τῶν ἱερέων ἑξήκοντα ἑπτά
AT greco 17,73καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ναθινιμ καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτῶν