Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 2 Esdra (Esdra e Neemia) - 23

2 Esdra (Esdra e Neemia)

AT greco Torna al libro

Nova Vulgata

AT greco 23 23,1ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ Μωυσῆ ἐν ὠσὶν τοῦ λαοῦ καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ ὅπως μὴ εἰσέλθωσιν Αμμανῖται καὶ Μωαβῖται ἐν ἐκκλησίᾳ θεοῦ ἕως αἰῶνος
AT greco 23,2ὅτι οὐ συνήντησαν τοῖς υἱοῖς Ισραηλ ἐν ἄρτῳ καὶ ἐν ὕδατι καὶ ἐμισθώσαντο ἐπ’ αὐτὸν τὸν Βαλααμ καταράσασθαι καὶ ἔστρεψεν ὁ θεὸς ἡμῶν τὴν κατάραν εἰς εὐλογίαν
AT greco 23,3καὶ ἐγένετο ὡς ἤκουσαν τὸν νόμον καὶ ἐχωρίσθησαν πᾶς ἐπίμικτος ἐν Ισραηλ
AT greco 23,4καὶ πρὸ τούτου Ελιασιβ ὁ ἱερεὺς οἰκῶν ἐν γαζοφυλακίῳ οἴκου θεοῦ ἡμῶν ἐγγίων Τωβια
AT greco 23,5καὶ ἐποίησεν αὐτῷ γαζοφυλάκιον μέγα καὶ ἐκεῖ ἦσαν πρότερον διδόντες τὴν μανααν καὶ τὸν λίβανον καὶ τὰ σκεύη καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου ἐντολὴν τῶν Λευιτῶν καὶ τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν καὶ ἀπαρχὰς τῶν ἱερέων
AT greco 23,6καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν Ιερουσαλημ ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ Αρθασασθα βασιλέως Βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα καὶ μετὰ τέλος ἡμερῶν ᾐτησάμην παρὰ τοῦ βασιλέως
AT greco 23,7καὶ ἦλθον εἰς Ιερουσαλημ καὶ συνῆκα ἐν τῇ πονηρίᾳ ᾗ ἐποίησεν Ελισουβ τῷ Τωβια ποιῆσαι αὐτῷ γαζοφυλάκιον ἐν αὐλῇ οἴκου τοῦ θεοῦ
AT greco 23,8καὶ πονηρόν μοι ἐφάνη σφόδρα καὶ ἔρριψα πάντα τὰ σκεύη οἴκου Τωβια ἔξω ἀπὸ τοῦ γαζοφυλακίου
AT greco 23,9καὶ εἶπα καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ θεοῦ τὴν μαναα καὶ τὸν λίβανον
AT greco 23,10καὶ ἔγνων ὅτι μερίδες τῶν Λευιτῶν οὐκ ἐδόθησαν καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτοῦ οἱ Λευῖται καὶ οἱ ᾄδοντες ποιοῦντες τὸ ἔργον
AT greco 23,11καὶ ἐμαχεσάμην τοῖς στρατηγοῖς καὶ εἶπα διὰ τί ἐγκατελείφθη ὁ οἶκος τοῦ θεοῦ καὶ συνήγαγον αὐτοὺς καὶ ἔστησα αὐτοὺς ἐπὶ τῇ στάσει αὐτῶν
AT greco 23,12καὶ πᾶς Ιουδα ἤνεγκαν δεκάτην τοῦ πυροῦ καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου εἰς τοὺς θησαυροὺς
AT greco 23,13ἐπὶ χεῖρα Σελεμια τοῦ ἱερέως καὶ Σαδδουκ τοῦ γραμματέως καὶ Φαδαια ἀπὸ τῶν Λευιτῶν καὶ ἐπὶ χεῖρα αὐτῶν Αναν υἱὸς Ζακχουρ υἱὸς Μαθανια ὅτι πιστοὶ ἐλογίσθησαν ἐπ’ αὐτοὺς μερίζειν τοῖς ἀδελφοῖς αὐτῶν
AT greco 23,14μνήσθητί μου ὁ θεός ἐν ταύτῃ καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου ὃ ἐποίησα ἐν οἴκῳ κυρίου τοῦ θεοῦ
AT greco 23,15ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν Ιουδα πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ καὶ φέροντας δράγματα καὶ ἐπιγεμίζοντας ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα καὶ φέροντας εἰς Ιερουσαλημ ἐν ἡμέρᾳ τοῦ σαββάτου καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν
AT greco 23,16καὶ ἐκάθισαν ἐν αὐτῇ φέροντες ἰχθὺν καὶ πᾶσαν πρᾶσιν πωλοῦντες ἐν τῷ σαββάτῳ τοῖς υἱοῖς Ιουδα καὶ ἐν Ιερουσαλημ
AT greco 23,17καὶ ἐμαχεσάμην τοῖς υἱοῖς Ιουδα τοῖς ἐλευθέροις καὶ εἶπα αὐτοῖς τίς ὁ λόγος οὗτος ὁ πονηρός ὃν ὑμεῖς ποιεῖτε καὶ βεβηλοῦτε τὴν ἡμέραν τοῦ σαββάτου
AT greco 23,18οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν καὶ ἤνεγκεν ἐπ’ αὐτοὺς ὁ θεὸς ἡμῶν καὶ ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ Ισραηλ βεβηλῶσαι τὸ σάββατον
AT greco 23,19καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι Ιερουσαλημ πρὸ τοῦ σαββάτου καὶ εἶπα καὶ ἔκλεισαν τὰς πύλας καὶ εἶπα ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ἕως ὀπίσω τοῦ σαββάτου καὶ ἐκ τῶν παιδαρίων μου ἔστησα ἐπὶ τὰς πύλας ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου
AT greco 23,20καὶ ηὐλίσθησαν πάντες καὶ ἐποίησαν πρᾶσιν ἔξω Ιερουσαλημ ἅπαξ καὶ δίς
AT greco 23,21καὶ διεμαρτυράμην ἐν αὐτοῖς καὶ εἶπα πρὸς αὐτούς διὰ τί ὑμεῖς αὐλίζεσθε ἀπέναντι τοῦ τείχους ἐὰν δευτερώσητε ἐκτενῶ τὴν χεῖρά μου ἐν ὑμῖν ἀπὸ τοῦ καιροῦ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτῳ
AT greco 23,22καὶ εἶπα τοῖς Λευίταις οἳ ἦσαν καθαριζόμενοι καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας ἁγιάζειν τὴν ἡμέραν τοῦ σαββάτου πρὸς ταῦτα μνήσθητί μου ὁ θεός καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου
AT greco 23,23καὶ ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον τοὺς Ιουδαίους οἳ ἐκάθισαν γυναῖκας Ἀζωτίας Αμμανίτιδας Μωαβίτιδας
AT greco 23,24καὶ οἱ υἱοὶ αὐτῶν ἥμισυ λαλοῦντες Ἀζωτιστὶ καὶ οὔκ εἰσιν ἐπιγινώσκοντες λαλεῖν Ιουδαϊστί
AT greco 23,25καὶ ἐμαχεσάμην μετ’ αὐτῶν καὶ κατηρασάμην αὐτοὺς καὶ ἐπάταξα ἐν αὐτοῖς ἄνδρας καὶ ἐμαδάρωσα αὐτοὺς καὶ ὥρκισα αὐτοὺς ἐν τῷ θεῷ ἐὰν δῶτε τὰς θυγατέρας ὑμῶν τοῖς υἱοῖς αὐτῶν καὶ ἐὰν λάβητε ἀπὸ τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς ὑμῶν
AT greco 23,26οὐχ οὕτως ἥμαρτεν Σαλωμων βασιλεὺς Ισραηλ καὶ ἐν ἔθνεσιν πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ καὶ ἀγαπώμενος τῷ θεῷ ἦν καὶ ἔδωκεν αὐτὸν ὁ θεὸς εἰς βασιλέα ἐπὶ πάντα Ισραηλ καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι
AT greco 23,27καὶ ὑμῶν μὴ ἀκουσόμεθα ποιῆσαι τὴν πᾶσαν πονηρίαν ταύτην ἀσυνθετῆσαι ἐν τῷ θεῷ ἡμῶν καθίσαι γυναῖκας ἀλλοτρίας
AT greco 23,28καὶ ἀπὸ υἱῶν Ιωαδα τοῦ Ελισουβ τοῦ ἱερέως τοῦ μεγάλου νυμφίου τοῦ Σαναβαλλατ τοῦ Ωρωνίτου καὶ ἐξέβρασα αὐτὸν ἀπ’ ἐμοῦ
AT greco 23,29μνήσθητι αὐτοῖς ὁ θεός ἐπὶ ἀγχιστείᾳ τῆς ἱερατείας καὶ διαθήκης τῆς ἱερατείας καὶ τοὺς Λευίτας
AT greco 23,30καὶ ἐκαθάρισα αὐτοὺς ἀπὸ πάσης ἀλλοτριώσεως καὶ ἔστησα ἐφημερίας τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις ἀνὴρ ὡς τὸ ἔργον αὐτοῦ
AT greco 23,31καὶ τὸ δῶρον τῶν ξυλοφόρων ἐν καιροῖς ἀπὸ χρόνων καὶ ἐν τοῖς βακχουρίοις μνήσθητί μου ὁ θεὸς ἡμῶν εἰς ἀγαθωσύνην