Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14

Tobia BA (Codice Vaticano e Alessandrino)

AT greco Torna al libro

NT greco Vai al libro

AT greco 11 11,1 καὶ ἐπορεύετο μέχρις οὗ ἐγγίσαι αὐτοὺς εἰς Νινευη καὶ εἶπεν Ραφαηλ πρὸς Τωβιαν
AT greco 11,2 οὐ γινώσκεις ἄδελφε πῶς ἀφῆκας τὸν πατέρα σου
AT greco 11,3 προδράμωμεν ἔμπροσθεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν
AT greco 11,4 λαβὲ δὲ παρὰ χεῖρα τὴν χολὴν τοῦ ἰχθύος καὶ ἐπορεύθησαν καὶ συνῆλθεν ὁ κύων ὄπισθεν αὐτῶν
AT greco 11,5 καὶ Αννα ἐκάθητο περιβλεπομένη εἰς τὴν ὁδὸν τὸν παῖδα αὐτῆς
AT greco 11,6 καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἶπεν τῷ πατρὶ αὐτοῦ ἰδοὺ ὁ υἱός σου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ’ αὐτοῦ
AT greco 11,7 καὶ Ραφαηλ εἶπεν ἐπίσταμαι ἐγὼ ὅτι ἀνοίξει τοὺς ὀφθαλμοὺς ὁ πατήρ σου
AT greco 11,8 σὺ οὖν ἔγχρισον τὴν χολὴν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ δηχθεὶς διατρίψει καὶ ἀποβαλεῖ τὰ λευκώματα καὶ ὄψεταί σε
AT greco 11,9 καὶ προσδραμοῦσα Αννα ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν αὐτῷ εἶδόν σε παιδίον ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι καὶ ἔκλαυσαν ἀμφότεροι
AT greco 11,10 καὶ Τωβιτ ἐξήρχετο πρὸς τὴν θύραν καὶ προσέκοπτεν ὁ δὲ υἱὸς προσέδραμεν αὐτῷ
AT greco 11,11 καὶ ἐπελάβετο τοῦ πατρὸς αὐτοῦ καὶ προσέπασεν τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς αὐτοῦ λέγων θάρσει πάτερ
AT greco 11,12 ὡς δὲ συνεδήχθησαν διέτριψε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐλεπίσθη ἀπὸ τῶν κανθῶν τῶν ὀφθαλμῶν αὐτοῦ τὰ λευκώματα
AT greco 11,13 καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν καὶ εἶπεν
AT greco 11,14 εὐλογητὸς εἶ ὁ θεός καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας καὶ εὐλογημένοι πάντες οἱ ἅγιοί σου ἄγγελοι ὅτι ἐμαστίγωσας καὶ ἠλέησάς με ἰδοὺ βλέπω Τωβιαν τὸν υἱόν μου
AT greco 11,15 καὶ εἰσῆλθεν ὁ υἱὸς αὐτοῦ χαίρων καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ τὰ μεγαλεῖα τὰ γενόμενα αὐτῷ ἐν τῇ Μηδίᾳ
AT greco 11,16 καὶ ἐξῆλθεν Τωβιτ εἰς συνάντησιν τῇ νύμφῃ αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν θεὸν πρὸς τῇ πύλῃ Νινευη καὶ ἐθαύμαζον οἱ θεωροῦντες αὐτὸν πορευόμενον ὅτι ἔβλεψεν καὶ Τωβιτ ἐξωμολογεῖτο ἐνώπιον αὐτῶν ὅτι ἠλέησεν αὐτὸν ὁ θεός
AT greco 11,17 καὶ ὡς ἤγγισεν Τωβιτ Σαρρα τῇ νύμφῃ αὐτοῦ κατευλόγησεν αὐτὴν λέγων ἔλθοις ὑγιαίνουσα θύγατερ εὐλογητὸς ὁ θεός ὃς ἤγαγέν σε πρὸς ἡμᾶς καὶ ὁ πατήρ σου καὶ ἡ μήτηρ σου
AT greco 11,18 καὶ ἐγένετο χαρὰ πᾶσι τοῖς ἐν Νινευη ἀδελφοῖς αὐτοῦ
AT greco 11,19 καὶ παρεγένετο Αχιαχαρος καὶ Νασβας ὁ ἐξάδελφος αὐτοῦ καὶ ἤχθη ὁ γάμος Τωβια μετ’ εὐφροσύνης ἑπτὰ ἡμέρας