Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 4 Maccabei - 1

4 Maccabei

AT greco Torna al libro

Nova Vulgata

AT greco 1 1,1φιλοσοφώτατον λόγον ἐπιδείκνυσθαι μέλλων εἰ αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός συμβουλεύσαιμ’ ἂν ὑμῖν ὀρθῶς ὅπως προσέχητε προθύμως τῇ φιλοσοφίᾳ
AT greco 1,2καὶ γὰρ ἀναγκαῖος εἰς ἐπιστήμην παντὶ ὁ λόγος καὶ ἄλλως τῆς μεγίστης ἀρετῆς λέγω δὴ φρονήσεως περιέχει ἔπαινον
AT greco 1,3εἰ ἄρα τῶν σωφροσύνης κωλυτικῶν παθῶν ὁ λογισμὸς φαίνεται ἐπικρατεῖν γαστριμαργίας τε καὶ ἐπιθυμίας
AT greco 1,4ἀλλὰ καὶ τῶν τῆς δικαιοσύνης ἐμποδιστικῶν παθῶν κυριεύειν ἀναφαίνεται οἷον κακοηθείας καὶ τῶν τῆς ἀνδρείας ἐμποδιστικῶν παθῶν θυμοῦ τε καὶ φόβου καὶ πόνου
AT greco 1,5πῶς οὖν ἴσως εἴποιεν ἄν τινες εἰ τῶν παθῶν ὁ λογισμὸς κρατεῖ λήθης καὶ ἀγνοίας οὐ δεσπόζει γελοῖον ἐπιχειροῦντες λέγειν
AT greco 1,6οὐ γὰρ τῶν αὑτοῦ παθῶν ὁ λογισμὸς κρατεῖ ἀλλὰ τῶν τῆς δικαιοσύνης καὶ ἀνδρείας καὶ σωφροσύνης ἐναντίων καὶ τούτων οὐχ ὥστε αὐτὰ καταλῦσαι ἀλλ’ ὥστε αὐτοῖς μὴ εἶξαι
AT greco 1,7πολλαχόθεν μὲν οὖν καὶ ἀλλαχόθεν ἔχοιμ’ ἂν ὑμῖν ἐπιδεῖξαι ὅτι αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ λογισμός
AT greco 1,8πολὺ δὲ πλέον τοῦτο ἀποδείξαιμι ἀπὸ τῆς ἀνδραγαθίας τῶν ὑπὲρ ἀρετῆς ἀποθανόντων Ελεαζαρου τε καὶ τῶν ἑπτὰ ἀδελφῶν καὶ τῆς τούτων μητρός
AT greco 1,9ἅπαντες γὰρ οὗτοι τοὺς ἕως θανάτου πόνους ὑπεριδόντες ἐπεδείξαντο ὅτι περικρατεῖ τῶν παθῶν ὁ λογισμός
AT greco 1,10τῶν μὲν οὖν ἀρετῶν ἔπεστί μοι ἐπαινεῖν τοὺς κατὰ τοῦτον τὸν καιρὸν ὑπὲρ τῆς καλοκἀγαθίας ἀποθανόντας μετὰ τῆς μητρὸς ἄνδρας τῶν δὲ τιμῶν μακαρίσαιμ’ ἄν
AT greco 1,11θαυμασθέντες γὰρ οὐ μόνον ὑπὸ πάντων ἀνθρώπων ἐπὶ τῇ ἀνδρείᾳ καὶ ὑπομονῇ ἀλλὰ καὶ ὑπὸ τῶν αἰκισαμένων αἴτιοι κατέστησαν τοῦ καταλυθῆναι τὴν κατὰ τοῦ ἔθνους τυραννίδα νικήσαντες τὸν τύραννον τῇ ὑπομονῇ ὥστε καθαρισθῆναι δι’ αὐτῶν τὴν πατρίδα
AT greco 1,12ἀλλὰ καὶ περὶ τούτου νῦν αὐτίκα δὴ λέγειν ἐξέσται ἀρξαμένῳ τῆς ὑποθέσεως ὅπερ εἴωθα ποιεῖν καὶ οὕτως εἰς τὸν περὶ αὐτῶν τρέψομαι λόγον δόξαν διδοὺς τῷ πανσόφῳ θεῷ
AT greco 1,13ζητοῦμεν δὴ τοίνυν εἰ αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ λογισμός
AT greco 1,14διακρίνομεν τί ποτέ ἐστιν λογισμὸς καὶ τί πάθος καὶ πόσαι παθῶν ἰδέαι καὶ εἰ πάντων ἐπικρατεῖ τούτων ὁ λογισμός
AT greco 1,15λογισμὸς μὲν δὴ τοίνυν ἐστὶν νοῦς μετὰ ὀρθοῦ λόγου προτιμῶν τὸν σοφίας βίον
AT greco 1,16σοφία δὴ τοίνυν ἐστὶν γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων καὶ τῶν τούτων αἰτιῶν
AT greco 1,17αὕτη δὴ τοίνυν ἐστὶν ἡ τοῦ νόμου παιδεία δι’ ἧς τὰ θεῖα σεμνῶς καὶ τὰ ἀνθρώπινα συμφερόντως μανθάνομεν
AT greco 1,18τῆς δὲ σοφίας ἰδέαι καθεστήκασιν φρόνησις καὶ δικαιοσύνη καὶ ἀνδρεία καὶ σωφροσύνη
AT greco 1,19κυριωτάτη δὲ πάντων ἡ φρόνησις ἐξ ἧς δὴ τῶν παθῶν ὁ λογισμὸς ἐπικρατεῖ
AT greco 1,20παθῶν δὲ φύσεις εἰσὶν αἱ περιεκτικώταται δύο ἡδονή τε καὶ πόνος τούτων δὲ ἑκάτερον καὶ περὶ τὸ σῶμα καὶ περὶ τὴν ψυχὴν πέφυκεν
AT greco 1,21πολλαὶ δὲ καὶ περὶ τὴν ἡδονὴν καὶ τὸν πόνον παθῶν εἰσιν ἀκολουθίαι
AT greco 1,22πρὸ μὲν οὖν τῆς ἡδονῆς ἐστιν ἐπιθυμία μετὰ δὲ τὴν ἡδονὴν χαρά
AT greco 1,23πρὸ δὲ τοῦ πόνου ἐστὶν φόβος μετὰ δὲ τὸν πόνον λύπη
AT greco 1,24θυμὸς δὲ κοινὸν πάθος ἐστὶν ἡδονῆς καὶ πόνου ἐὰν ἐννοηθῇ τις ὅτι αὐτῷ περιέπεσεν
AT greco 1,25ἐν τῇ ἡδονῇ δὲ ἔνεστιν καὶ ἡ κακοήθης διάθεσις πολυτροπωτάτη πάντων οὖσα τῶν παθῶν
AT greco 1,26καὶ τὰ μὲν ψυχῆς ἀλαζονεία καὶ φιλαργυρία καὶ φιλοδοξία καὶ φιλονεικία καὶ βασκανία
AT greco 1,27κατὰ δὲ τὸ σῶμα παντοφαγία καὶ λαιμαργία καὶ μονοφαγία
AT greco 1,28καθάπερ οὖν δυεῖν τοῦ σώματος καὶ τῆς ψυχῆς φυτῶν ὄντων ἡδονῆς τε καὶ πόνου πολλαὶ τούτων τῶν φυτῶν εἰσιν παραφυάδες
AT greco 1,29ὧν ἑκάστην ὁ παγγέωργος λογισμὸς περικαθαίρων καὶ ἀποκνίζων καὶ περιπλέκων καὶ ἐπάρδων καὶ πάντα τρόπον μεταχέων ἐξημεροῖ τὰς τῶν ἠθῶν καὶ παθῶν ὕλας
AT greco 1,30ὁ γὰρ λογισμὸς τῶν μὲν ἀρετῶν ἐστιν ἡγεμών τῶν δὲ παθῶν αὐτοκράτωρ ἐπιθεωρεῖτε τοίνυν πρῶτον διὰ τῶν κωλυτικῶν τῆς σωφροσύνης ἔργων ὅτι αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ λογισμός
AT greco 1,31σωφροσύνη δὴ τοίνυν ἐστὶν ἐπικράτεια τῶν ἐπιθυμιῶν
AT greco 1,32τῶν δὲ ἐπιθυμιῶν αἱ μέν εἰσιν ψυχικαί αἱ δὲ σωματικαί καὶ τούτων ἀμφοτέρων ἐπικρατεῖν ὁ λογισμὸς φαίνεται
AT greco 1,33ἐπεὶ πόθεν κινούμενοι πρὸς τὰς ἀπειρημένας τροφὰς ἀποστρεφόμεθα τὰς ἐξ αὐτῶν ἡδονάς οὐχ ὅτι δύναται τῶν ὀρέξεων ἐπικρατεῖν ὁ λογισμός ἐγὼ μὲν οἶμαι
AT greco 1,34τοιγαροῦν ἐνύδρων ἐπιθυμοῦντες καὶ ὀρνέων καὶ τετραπόδων καὶ παντοίων βρωμάτων τῶν ἀπηγορευμένων ἡμῖν κατὰ τὸν νόμον ἀπεχόμεθα διὰ τὴν τοῦ λογισμοῦ ἐπικράτειαν
AT greco 1,35ἀνέχεται γὰρ τὰ τῶν ὀρέξεων πάθη ὑπὸ τοῦ σώφρονος νοὸς ἀνακοπτόμενα καὶ φιμοῦται πάντα τὰ τοῦ σώματος κινήματα ὑπὸ τοῦ λογισμοῦ