Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
BibbiaEDU-logo

4 Maccabei

AT greco Torna al libro

Interconfessionale

AT greco 5 5,1προκαθίσας γέ τοι μετὰ τῶν συνέδρων ὁ τύραννος Ἀντίοχος ἐπί τινος ὑψηλοῦ τόπου καὶ τῶν στρατευμάτων αὐτῷ παρεστηκότων κυκλόθεν ἐνόπλων
AT greco 5,2παρεκέλευεν τοῖς δορυφόροις ἕνα ἕκαστον Εβραῖον ἐπισπᾶσθαι καὶ κρεῶν ὑείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεσθαι
AT greco 5,3εἰ δέ τινες μὴ θέλοιεν μιαροφαγῆσαι τούτους τροχισθέντας ἀναιρεθῆναι
AT greco 5,4πολλῶν δὲ συναρπασθέντων εἷς πρῶτος ἐκ τῆς ἀγέλης ὀνόματι Ελεαζαρος τὸ γένος ἱερεύς τὴν ἐπιστήμην νομικὸς καὶ τὴν ἡλικίαν προήκων καὶ πολλοῖς τῶν περὶ τὸν τύραννον διὰ τὴν ἡλικίαν γνώριμος παρήχθη πλησίον αὐτοῦ
AT greco 5,5καὶ αὐτὸν ἰδὼν ὁ Ἀντίοχος ἔφη
AT greco 5,6ἐγὼ πρὶν ἄρξασθαι τῶν κατὰ σοῦ βασάνων ὦ πρεσβῦτα συμβουλεύσαιμ’ ἄν σοι ταῦτα ὅπως ἀπογευσάμενος τῶν ὑείων σῴζοιο
AT greco 5,7αἰδοῦμαι γάρ σου τὴν ἡλικίαν καὶ τὴν πολιάν ἣν μετὰ τοσοῦτον ἔχων χρόνον οὔ μοι δοκεῖς φιλοσοφεῖν τῇ Ιουδαίων χρώμενος θρησκείᾳ
AT greco 5,8διὰ τί γὰρ τῆς φύσεως κεχαρισμένης καλλίστην τὴν τοῦδε τοῦ ζῴου σαρκοφαγίαν βδελύττῃ
AT greco 5,9καὶ γὰρ ἀνόητον τοῦτο τὸ μὴ ἀπολαύειν τῶν χωρὶς ὀνείδους ἡδέων καὶ ἄδικον ἀποστρέφεσθαι τὰς τῆς φύσεως χάριτας
AT greco 5,10σὺ δέ μοι καὶ ἀνοητότερον ποιήσειν δοκεῖς εἰ κενοδοξῶν περὶ τὸ ἀληθὲς ἔτι κἀμοῦ καταφρονήσεις ἐπὶ τῇ ἰδίᾳ τιμωρίᾳ
AT greco 5,11οὐκ ἐξυπνώσεις ἀπὸ τῆς φλυάρου φιλοσοφίας ὑμῶν καὶ ἀποσκεδάσεις τῶν λογισμῶν σου τὸν λῆρον καὶ ἄξιον τῆς ἡλικίας ἀναλαβὼν νοῦν φιλοσοφήσεις τὴν τοῦ συμφέροντος ἀλήθειαν
AT greco 5,12καὶ προσκυνήσας μου τὴν φιλάνθρωπον παρηγορίαν οἰκτιρήσεις τὸ σεαυτοῦ γῆρας
AT greco 5,13καὶ γὰρ ἐνθυμήθητι ὡς εἰ καί τίς ἐστιν τῆσδε τῆς θρησκείας ὑμῶν ἐποπτικὴ δύναμις συγγνωμονήσειεν ἄν σοι ἐπὶ πάσῃ δι’ ἀνάγκην παρανομίᾳ γινομένῃ
AT greco 5,14τοῦτον τὸν τρόπον ἐπὶ τὴν ἔκθεσμον σαρκοφαγίαν ἐποτρύνοντος τοῦ τυράννου λόγον ᾔτησεν ὁ Ελεαζαρος
AT greco 5,15καὶ λαβὼν τοῦ λέγειν ἐξουσίαν ἤρξατο δημηγορεῖν οὕτως
AT greco 5,16ἡμεῖς Ἀντίοχε θείῳ πεπεισμένοι νόμῳ πολιτεύεσθαι οὐδεμίαν ἀνάγκην βιαιοτέραν εἶναι νομίζομεν τῆς πρὸς τὸν νόμον ἡμῶν εὐπειθείας
AT greco 5,17διὸ δὴ κατ’ οὐδένα τρόπον παρανομεῖν ἀξιοῦμεν
AT greco 5,18καίτοι εἰ κατὰ ἀλήθειαν μὴ ἦν ὁ νόμος ἡμῶν ὡς ὑπολαμβάνεις θεῖος ἄλλως δὲ ἐνομίζομεν αὐτὸν εἶναι θεῖον οὐδὲ οὕτως ἐξὸν ἦν ἡμῖν τὴν ἐπὶ τῇ εὐσεβείᾳ δόξαν ἀκυρῶσαι
AT greco 5,19μὴ μικρὰν οὖν εἶναι νομίσῃς ταύτην εἰ μιαροφαγήσαιμεν ἁμαρτίαν
AT greco 5,20τὸ γὰρ ἐπὶ μικροῖς καὶ μεγάλοις παρανομεῖν ἰσοδύναμόν ἐστιν
AT greco 5,21δι’ ἑκατέρου γὰρ ὡς ὁμοίως ὁ νόμος ὑπερηφανεῖται
AT greco 5,22χλευάζεις δὲ ἡμῶν τὴν φιλοσοφίαν ὥσπερ οὐ μετὰ εὐλογιστίας ἐν αὐτῇ βιούντων
AT greco 5,23σωφροσύνην τε γὰρ ἡμᾶς ἐκδιδάσκει ὥστε πασῶν τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν κρατεῖν καὶ ἀνδρείαν ἐξασκεῖ ὥστε πάντα πόνον ἑκουσίως ὑπομένειν
AT greco 5,24καὶ δικαιοσύνην παιδεύει ὥστε διὰ πάντων τῶν ἠθῶν ἰσονομεῖν καὶ εὐσέβειαν ἐκδιδάσκει ὥστε μόνον τὸν ὄντα θεὸν σέβειν μεγαλοπρεπῶς
AT greco 5,25διὸ οὐ μιαροφαγοῦμεν πιστεύοντες γὰρ θεοῦ καθεστάναι τὸν νόμον οἴδαμεν ὅτι κατὰ φύσιν ἡμῖν συμπαθεῖ νομοθετῶν ὁ τοῦ κόσμου κτίστης
AT greco 5,26τὰ μὲν οἰκειωθησόμενα ἡμῶν ταῖς ψυχαῖς ἐπέτρεψεν ἐσθίειν τὰ δὲ ἐναντιωθησόμενα ἐκώλυσεν σαρκοφαγεῖν
AT greco 5,27τυραννικὸν δὲ οὐ μόνον ἀναγκάζειν ἡμᾶς παρανομεῖν ἀλλὰ καὶ ἐσθίειν ὅπως τῇ ἐχθίστῃ ἡμῶν μιαροφαγίᾳ ταύτῃ ἐπεγγελάσῃς
AT greco 5,28ἀλλ’ οὐ γελάσεις κατ’ ἐμοῦ τοῦτον τὸν γέλωτα
AT greco 5,29οὔτε τοὺς ἱεροὺς τῶν προγόνων περὶ τοῦ φυλάξαι τὸν νόμον ὅρκους οὐ παρήσω
AT greco 5,30οὐδ’ ἂν ἐκκόψειάς μου τὰ ὄμματα καὶ τὰ σπλάγχνα μου τήξειας
AT greco 5,31οὐχ οὕτως εἰμὶ γέρων ἐγὼ καὶ ἄνανδρος ὥστε μοι διὰ τὴν εὐσέβειαν μὴ νεάζειν τὸν λογισμόν
AT greco 5,32πρὸς ταῦτα τροχοὺς εὐτρέπιζε καὶ τὸ πῦρ ἐκφύσα σφοδρότερον
AT greco 5,33οὐχ οὕτως οἰκτίρομαι τὸ ἐμαυτοῦ γῆρας ὥστε δι’ ἐμαυτοῦ τὸν πάτριον καταλῦσαι νόμον
AT greco 5,34οὐ ψεύσομαί σε παιδευτὰ νόμε οὐδὲ ἐξομοῦμαί σε φίλη ἐγκράτεια
AT greco 5,35οὐδὲ καταισχυνῶ σε φιλόσοφε λόγε οὐδὲ ἐξαρνήσομαί σε ἱερωσύνη τιμία καὶ νομοθεσίας ἐπιστήμη
AT greco 5,36οὐδὲ μιανεῖς μου τὸ σεμνὸν γήρως στόμα οὐδὲ νομίμου βίου ἡλικίαν
AT greco 5,37ἁγνόν με οἱ πατέρες εἰσδέξονται μὴ φοβηθέντα σου τὰς μέχρι θανάτου ἀνάγκας
AT greco 5,38ἀσεβῶν μὲν γὰρ τυραννήσεις τῶν δὲ ἐμῶν ὑπὲρ τῆς εὐσεβείας λογισμῶν οὔτε λόγοις δεσπόσεις οὔτε δι’ ἔργων