4 Regni
AT greco Torna al libro
NT greco
AT greco
1,6καὶ εἶπαν πρὸς αὐτόν ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπεν πρὸς ἡμᾶς δεῦτε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν τάδε λέγει κύριος εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ισραηλ σὺ πορεύῃ ζητῆσαι ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων οὐχ οὕτως ἡ κλίνη ἐφ’ ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ’ αὐτῆς ὅτι θανάτῳ ἀποθανῇ
AT greco
1,13καὶ προσέθετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον πεντηκόνταρχον τρίτον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἦλθεν πρὸς αὐτὸν ὁ πεντηκόνταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι Ηλιου καὶ ἐδεήθη αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ ἐντιμωθήτω δὴ ἡ ψυχή μου καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀφθαλμοῖς σου