4 Regni
AT greco Torna al libro
Interconfessionale Vai al libro
AT greco
1,4
καὶ οὐχ οὕτως ὅτι τάδε λέγει κύριος ἡ κλίνη ἐφ’ ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ’ αὐτῆς ὅτι ἐκεῖ θανάτῳ ἀποθανῇ καὶ ἐπορεύθη Ηλιου καὶ εἶπεν πρὸς αὐτούς
Interconfessionale
Alzai gli occhi e vidi un uragano venire dal nord. In una grande nube, tutta circondata da bagliori, lampeggiavano fulmini, e in mezzo ad essa risplendeva qualcosa simile a un metallo incandescente.
Interconfessionale
Al centro della nube vidi quattro figure che sembravano esseri umani.
AT greco
1,6
καὶ εἶπαν πρὸς αὐτόν ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπεν πρὸς ἡμᾶς δεῦτε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν τάδε λέγει κύριος εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ισραηλ σὺ πορεύῃ ζητῆσαι ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων οὐχ οὕτως ἡ κλίνη ἐφ’ ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ’ αὐτῆς ὅτι θανάτῳ ἀποθανῇ
AT greco
1,9
καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἡγούμενον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἀνέβη καὶ ἦλθεν πρὸς αὐτόν καὶ ἰδοὺ Ηλιου ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ ὁ βασιλεὺς ἐκάλεσέν σε κατάβηθι
AT greco
1,10
καὶ ἀπεκρίθη Ηλιου καὶ εἶπεν πρὸς τὸν πεντηκόνταρχον καὶ εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ
AT greco
1,11
καὶ προσέθετο ὁ βασιλεὺς καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἀνέβη καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ τάδε λέγει ὁ βασιλεύς ταχέως κατάβηθι
AT greco
1,12
καὶ ἀπεκρίθη Ηλιου καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ εἰμι καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ
Interconfessionale
Camminavano diritto senza voltarsi e andavano insieme dove volevano.
AT greco
1,13
καὶ προσέθετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον πεντηκόνταρχον τρίτον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἦλθεν πρὸς αὐτὸν ὁ πεντηκόνταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι Ηλιου καὶ ἐδεήθη αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ ἐντιμωθήτω δὴ ἡ ψυχή μου καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀφθαλμοῖς σου
AT greco
1,16
καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Ηλιου τάδε λέγει κύριος τί ὅτι ἀπέστειλας ἀγγέλους ζητῆσαι ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων οὐχ οὕτως ἡ κλίνη ἐφ’ ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ’ αὐτῆς ὅτι θανάτῳ ἀποθανῇ