Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1

Lettera di Geremia (Baruc 6)

AT greco Torna al libro

Interconfessionale Vai al libro

AT greco 1 1,1 διὰ τὰς ἁμαρτίας ἃς ἡμαρτήκατε ἐναντίον τοῦ θεοῦ ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονοσορ βασιλέως τῶν Βαβυλωνίων
AT greco 1,2 εἰσελθόντες οὖν εἰς Βαβυλῶνα ἔσεσθε ἐκεῖ ἔτη πλείονα καὶ χρόνον μακρὸν ἕως γενεῶν ἑπτά μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς ἐκεῖθεν μετ’ εἰρήνης
AT greco 1,3 νυνὶ δὲ ὄψεσθε ἐν Βαβυλῶνι θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους ἐπ’ ὤμοις αἰρομένους δεικνύντας φόβον τοῖς ἔθνεσιν
AT greco 1,4 εὐλαβήθητε οὖν μὴ καὶ ὑμεῖς ἀφομοιωθέντες τοῖς ἀλλοφύλοις ἀφομοιωθῆτε καὶ φόβος ὑμᾶς λάβῃ ἐπ’ αὐτοῖς
AT greco 1,5 ἰδόντας ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτῶν προσκυνοῦντας αὐτά εἴπατε δὲ τῇ διανοίᾳ σοὶ δεῖ προσκυνεῖν δέσποτα
AT greco 1,6 ὁ γὰρ ἄγγελός μου μεθ’ ὑμῶν ἐστιν αὐτός τε ἐκζητῶν τὰς ψυχὰς ὑμῶν
AT greco 1,7 γλῶσσα γὰρ αὐτῶν ἐστιν κατεξυσμένη ὑπὸ τέκτονος αὐτά τε περίχρυσα καὶ περιάργυρα ψευδῆ δ’ ἐστὶν καὶ οὐ δύνανται λαλεῖν
AT greco 1,8 καὶ ὥσπερ παρθένῳ φιλοκόσμῳ λαμβάνοντες χρυσίον κατασκευάζουσιν στεφάνους ἐπὶ τὰς κεφαλὰς τῶν θεῶν αὐτῶν
AT greco 1,9 ἔστι δὲ καὶ ὅτε ὑφαιρούμενοι οἱ ἱερεῖς ἀπὸ τῶν θεῶν αὐτῶν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς καταναλώσουσιν δώσουσιν δὲ ἀπ’ αὐτῶν καὶ ταῖς ἐπὶ τοῦ τέγους πόρναις
AT greco 1,10 κοσμοῦσί τε αὐτοὺς ὡς ἀνθρώπους τοῖς ἐνδύμασιν θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους οὗτοι δὲ οὐ διασῴζονται ἀπὸ ἰοῦ καὶ βρωμάτων
AT greco 1,11 περιβεβλημένων αὐτῶν ἱματισμὸν πορφυροῦν ἐκμάσσονται τὸ πρόσωπον αὐτῶν διὰ τὸν ἐκ τῆς οἰκίας κονιορτόν ὅς ἐστιν πλείων ἐπ’ αὐτοῖς
AT greco 1,12 καὶ σκῆπτρον ἔχει ὡς ἄνθρωπος κριτὴς χώρας ὃς τὸν εἰς αὐτὸν ἁμαρτάνοντα οὐκ ἀνελεῖ
AT greco 1,13 ἔχει δὲ ἐγχειρίδιον ἐν δεξιᾷ καὶ πέλεκυν ἑαυτὸν δὲ ἐκ πολέμου καὶ λῃστῶν οὐκ ἐξελεῖται
AT greco 1,14 ὅθεν γνώριμοί εἰσιν οὐκ ὄντες θεοί μὴ οὖν φοβηθῆτε αὐτούς
AT greco 1,15 ὥσπερ γὰρ σκεῦος ἀνθρώπου συντριβὲν ἀχρεῖον γίνεται τοιοῦτοι ὑπάρχουσιν οἱ θεοὶ αὐτῶν καθιδρυμένων αὐτῶν ἐν τοῖς οἴκοις
AT greco 1,16 οἱ ὀφθαλμοὶ αὐτῶν πλήρεις εἰσὶν κονιορτοῦ ἀπὸ τῶν ποδῶν τῶν εἰσπορευομένων
AT greco 1,17 καὶ ὥσπερ τινὶ ἠδικηκότι βασιλέα περιπεφραγμέναι εἰσὶν αἱ αὐλαὶ ὡς ἐπὶ θανάτῳ ἀπηγμένῳ τοὺς οἴκους αὐτῶν ὀχυροῦσιν οἱ ἱερεῖς θυρώμασίν τε καὶ κλείθροις καὶ μοχλοῖς ὅπως ὑπὸ τῶν λῃστῶν μὴ συληθῶσι
AT greco 1,18 λύχνους καίουσιν καὶ πλείους ἢ ἑαυτοῖς ὧν οὐδένα δύνανται ἰδεῖν
AT greco 1,19 ἔστιν μὲν ὥσπερ δοκὸς τῶν ἐκ τῆς οἰκίας τὰς δὲ καρδίας αὐτῶν φασιν ἐκλείχεσθαι τῶν ἀπὸ τῆς γῆς ἑρπετῶν κατεσθόντων αὐτούς τε καὶ τὸν ἱματισμὸν αὐτῶν οὐκ αἰσθάνονται
AT greco 1,20 μεμελανωμένοι τὸ πρόσωπον αὐτῶν ἀπὸ τοῦ καπνοῦ τοῦ ἐκ τῆς οἰκίας
AT greco 1,21 ἐπὶ τὸ σῶμα αὐτῶν καὶ ἐπὶ τὴν κεφαλὴν ἐφίπτανται νυκτερίδες χελιδόνες καὶ τὰ ὄρνεα ὡσαύτως δὲ καὶ οἱ αἴλουροι
AT greco 1,22 ὅθεν γνώσεσθε ὅτι οὔκ εἰσιν θεοί μὴ οὖν φοβεῖσθε αὐτά
AT greco 1,23 τὸ γὰρ χρυσίον ὃ περίκεινται εἰς κάλλος ἐὰν μή τις ἐκμάξῃ τὸν ἰόν οὐ μὴ στίλψωσιν οὐδὲ γάρ ὅτε ἐχωνεύοντο ᾐσθάνοντο
AT greco 1,24 ἐκ πάσης τιμῆς ἠγορασμένα ἐστίν ἐν οἷς οὐκ ἔστιν πνεῦμα
AT greco 1,25 ἄνευ ποδῶν ἐπ’ ὤμοις φέρονται ἐνδεικνύμενοι τὴν ἑαυτῶν ἀτιμίαν τοῖς ἀνθρώποις αἰσχύνονταί τε καὶ οἱ θεραπεύοντες αὐτὰ διὰ τό μήποτε ἐπὶ τὴν γῆν πέσῃ δι’ αὐτῶν ἀνίστασθαι
AT greco 1,26 μήτε ἐάν τις αὐτὸ ὀρθὸν στήσῃ δι’ ἑαυτοῦ κινηθήσεται μήτε ἐὰν κλιθῇ οὐ μὴ ὀρθωθῇ ἀλλ’ ὥσπερ νεκροῖς τὰ δῶρα αὐτοῖς παρατίθεται
AT greco 1,27 τὰς δὲ θυσίας αὐτῶν ἀποδόμενοι οἱ ἱερεῖς αὐτῶν καταχρῶνται ὡσαύτως δὲ καὶ αἱ γυναῖκες αὐτῶν ἀπ’ αὐτῶν ταριχεύουσαι οὔτε πτωχῷ οὔτε ἀδυνάτῳ μεταδιδόασιν τῶν θυσιῶν αὐτῶν ἀποκαθημένη καὶ λεχὼ ἅπτονται
AT greco 1,28 γνόντες οὖν ἀπὸ τούτων ὅτι οὔκ εἰσιν θεοί μὴ φοβηθῆτε αὐτούς
AT greco 1,29 πόθεν γὰρ κληθείησαν θεοί ὅτι γυναῖκες παρατιθέασιν θεοῖς ἀργυροῖς καὶ χρυσοῖς καὶ ξυλίνοις
AT greco 1,30 καὶ ἐν τοῖς οἴκοις αὐτῶν οἱ ἱερεῖς διφρεύουσιν ἔχοντες τοὺς χιτῶνας διερρωγότας καὶ τὰς κεφαλὰς καὶ τοὺς πώγωνας ἐξυρημένους ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν
AT greco 1,31 ὠρύονται δὲ βοῶντες ἐναντίον τῶν θεῶν αὐτῶν ὥσπερ τινὲς ἐν περιδείπνῳ νεκροῦ
AT greco 1,32 ἀπὸ τοῦ ἱματισμοῦ αὐτῶν ἀφελόμενοι οἱ ἱερεῖς ἐνδύουσιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ παιδία
AT greco 1,33 οὔτε ἐὰν κακὸν πάθωσιν ὑπό τινος οὔτε ἐὰν ἀγαθόν δυνήσονται ἀνταποδοῦναι οὔτε καταστῆσαι βασιλέα δύνανται οὔτε ἀφελέσθαι
AT greco 1,34 ὡσαύτως οὔτε πλοῦτον οὔτε χαλκὸν οὐ μὴ δύνωνται διδόναι ἐάν τις αὐτοῖς εὐχὴν εὐξάμενος μὴ ἀποδῷ οὐ μὴ ἐπιζητήσωσιν