Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

CEI 2008 Vai al libro

AT greco 13 13,1 ὁ ἁπτόμενος πίσσης μολυνθήσεται καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ
AT greco 13,2 βάρος ὑπὲρ σὲ μὴ ἄρῃς καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ μὴ κοινώνει τί κοινωνήσει χύτρα πρὸς λέβητα αὕτη προσκρούσει καὶ αὕτη συντριβήσεται
AT greco 13,3 πλούσιος ἠδίκησεν καὶ αὐτὸς προσενεβριμήσατο πτωχὸς ἠδίκηται καὶ αὐτὸς προσδεηθήσεται
AT greco 13,4 ἐὰν χρησιμεύσῃς ἐργᾶται ἐν σοί καὶ ἐὰν ὑστερήσῃς καταλείψει σε
AT greco 13,5 ἐὰν ἔχῃς συμβιώσεταί σοι καὶ ἀποκενώσει σε καὶ αὐτὸς οὐ πονέσει
AT greco 13,6 χρείαν ἔσχηκέν σου καὶ ἀποπλανήσει σε καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδα λαλήσει σοι καλὰ καὶ ἐρεῖ τίς ἡ χρεία σου
AT greco 13,7 καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ ἕως οὗ ἀποκενώσῃ σε δὶς ἢ τρίς καὶ ἐπ’ ἐσχάτων καταμωκήσεταί σου μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί
AT greco 13,8 πρόσεχε μὴ ἀποπλανηθῇς καὶ μὴ ταπεινωθῇς ἐν ἀφροσύνῃ σου
AT greco 13,9 προσκαλεσαμένου σε δυνάστου ὑποχωρῶν γίνου καὶ τόσῳ μᾶλλόν σε προσκαλέσεται
AT greco 13,10 μὴ ἔμπιπτε μὴ ἀπωσθῇς καὶ μὴ μακρὰν ἀφίστω ἵνα μὴ ἐπιλησθῇς
AT greco 13,11 μὴ ἔπεχε ἰσηγορεῖσθαι μετ’ αὐτοῦ καὶ μὴ πίστευε τοῖς πλείοσιν λόγοις αὐτοῦ ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε καὶ ὡς προσγελῶν ἐξετάσει σε
AT greco 13,12 ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν
AT greco 13,13 συντήρησον καὶ πρόσεχε σφοδρῶς ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς
AT greco 13,14
AT greco 13,15 πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ
AT greco 13,16 πᾶσα σὰρξ κατὰ γένος συνάγεται καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ
AT greco 13,17 τί κοινωνήσει λύκος ἀμνῷ οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ