Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

CEI 2008 Vai al libro

AT greco 15 15,1 ὁ φοβούμενος κύριον ποιήσει αὐτό καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήμψεται αὐτήν
AT greco 15,2 καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν
AT greco 15,3 ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν
AT greco 15,4 στηριχθήσεται ἐπ’ αὐτὴν καὶ οὐ μὴ κλιθῇ καὶ ἐπ’ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ
AT greco 15,5 καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει τὸ στόμα αὐτοῦ
AT greco 15,6 εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος εὑρήσει καὶ ὄνομα αἰῶνος κατακληρονομήσει
AT greco 15,7 οὐ μὴ καταλήμψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν
AT greco 15,8 μακράν ἐστιν ὑπερηφανίας καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς
AT greco 15,9 οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ ὅτι οὐ παρὰ κυρίου ἀπεστάλη
AT greco 15,10 ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος καὶ ὁ κύριος εὐοδώσει αὐτόν
AT greco 15,11 μὴ εἴπῃς ὅτι διὰ κύριον ἀπέστην ἃ γὰρ ἐμίσησεν οὐ ποιήσει
AT greco 15,12 μὴ εἴπῃς ὅτι αὐτός με ἐπλάνησεν οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ
AT greco 15,13 πᾶν βδέλυγμα ἐμίσησεν ὁ κύριος καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν
AT greco 15,14 αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ
AT greco 15,15 ἐὰν θέλῃς συντηρήσεις ἐντολὰς καὶ πίστιν ποιῆσαι εὐδοκίας
AT greco 15,16 παρέθηκέν σοι πῦρ καὶ ὕδωρ οὗ ἐὰν θέλῃς ἐκτενεῖς τὴν χεῖρά σου
AT greco 15,17 ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος καὶ ὃ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ
AT greco