Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

CEI 2008 Vai al libro

AT greco 16 16,1 μὴ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων μηδὲ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν
AT greco 16,2 ἐὰν πληθύνωσιν μὴ εὐφραίνου ἐπ’ αὐτοῖς εἰ μή ἐστιν φόβος κυρίου μετ’ αὐτῶν
AT greco 16,3 μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆθος αὐτῶν κρείσσων γὰρ εἷς ἢ χίλιοι καὶ ἀποθανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ
AT greco 16,4 ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται
AT greco 16,5 πολλὰ τοιαῦτα ἑόρακεν ὁ ὀφθαλμός μου καὶ ἰσχυρότερα τούτων ἀκήκοεν τὸ οὖς μου
AT greco 16,6 ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή
AT greco 16,7 οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων οἳ ἀπέστησαν τῇ ἰσχύι αὐτῶν
AT greco 16,8 οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λωτ οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν
AT greco 16,9 οὐκ ἠλέησεν ἔθνος ἀπωλείας τοὺς ἐξηρμένους ἐν ἁμαρτίαις αὐτῶν
AT greco 16,10 καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν
AT greco 16,11 κἂν ᾖ εἷς σκληροτράχηλος θαυμαστὸν τοῦτο εἰ ἀθῳωθήσεται ἔλεος γὰρ καὶ ὀργὴ παρ’ αὐτῷ δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ὀργήν
AT greco 16,12 κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ
AT greco 16,13 οὐκ ἐκφεύξεται ἐν ἁρπάγματι ἁμαρτωλός καὶ οὐ μὴ καθυστερήσει ὑπομονὴ εὐσεβοῦς
AT greco 16,14 πάσῃ ἐλεημοσύνῃ ποιήσει τόπον ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει
AT greco 16,15
AT greco 16,16
AT greco 16,17 μὴ εἴπῃς ὅτι ἀπὸ κυρίου κρυβήσομαι καὶ ἐξ ὕψους τίς μου μνησθήσεται ἐν λαῷ πλείονι οὐ μὴ γνωσθῶ τίς γὰρ ἡ ψυχή μου ἐν ἀμετρήτῳ κτίσει