Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

AT ebraico Vai al libro

AT greco 19 19,1 ἐργάτης μέθυσος οὐ πλουτισθήσεται ὁ ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται
AT greco 19,2 οἶνος καὶ γυναῖκες ἀποστήσουσιν συνετούς καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται
AT greco 19,3 σήπη καὶ σκώληκες κληρονομήσουσιν αὐτόν καὶ ψυχὴ τολμηρὰ ἐξαρθήσεται
AT greco 19,4 ὁ ταχὺ ἐμπιστεύων κοῦφος καρδίᾳ καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει
AT greco 19,5 ὁ εὐφραινόμενος καρδίᾳ καταγνωσθήσεται
AT greco 19,6 καὶ ὁ μισῶν λαλιὰν ἐλαττονοῦται κακίᾳ
AT greco 19,7 μηδέποτε δευτερώσῃς λόγον καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ
AT greco 19,8 ἐν φίλῳ καὶ ἐχθρῷ μὴ διηγοῦ καὶ εἰ μή ἐστίν σοι ἁμαρτία μὴ ἀποκάλυπτε
AT greco 19,9 ἀκήκοεν γάρ σου καὶ ἐφυλάξατό σε καὶ ἐν καιρῷ μισήσει σε
AT greco 19,10 ἀκήκοας λόγον συναποθανέτω σοι θάρσει οὐ μή σε ῥήξει
AT greco 19,11 ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα
AT greco 19,12 βέλος πεπηγὸς ἐν μηρῷ σαρκός οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ
AT greco 19,13 ἔλεγξον φίλον μήποτε οὐκ ἐποίησεν καὶ εἴ τι ἐποίησεν μήποτε προσθῇ
AT greco 19,14 ἔλεγξον τὸν πλησίον μήποτε οὐκ εἶπεν καὶ εἰ εἴρηκεν ἵνα μὴ δευτερώσῃ
AT greco 19,15 ἔλεγξον φίλον πολλάκις γὰρ γίνεται διαβολή καὶ μὴ παντὶ λόγῳ πίστευε
AT greco 19,16 ἔστιν ὀλισθάνων καὶ οὐκ ἀπὸ ψυχῆς καὶ τίς οὐχ ἥμαρτεν ἐν τῇ γλώσσῃ αὐτοῦ
AT greco 19,17 ἔλεγξον τὸν πλησίον σου πρὶν ἢ ἀπειλῆσαι καὶ δὸς τόπον νόμῳ ὑψίστου
AT greco 19,18