Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

AT ebraico Vai al libro

AT greco 20 20,1 ἔστιν ἔλεγχος ὃς οὐκ ἔστιν ὡραῖος καὶ ἔστιν σιωπῶν καὶ αὐτὸς φρόνιμος
AT greco 20,2 ὡς καλὸν ἐλέγξαι ἢ θυμοῦσθαι
AT greco 20,3 καὶ ὁ ἀνθομολογούμενος ἀπὸ ἐλαττώσεως κωλυθήσεται
AT greco 20,4 ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεάνιδα οὕτως ὁ ποιῶν ἐν βίᾳ κρίματα
AT greco 20,5 ἔστιν σιωπῶν εὑρισκόμενος σοφός καὶ ἔστιν μισητὸς ἀπὸ πολλῆς λαλιᾶς
AT greco 20,6 ἔστιν σιωπῶν οὐ γὰρ ἔχει ἀπόκρισιν καὶ ἔστιν σιωπῶν εἰδὼς καιρόν
AT greco 20,7 ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν
AT greco 20,8 ὁ πλεονάζων λόγῳ βδελυχθήσεται καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται
AT greco 20,9 ἔστιν εὐοδία ἐν κακοῖς ἀνδρί καὶ ἔστιν εὕρεμα εἰς ἐλάττωσιν
AT greco 20,10 ἔστιν δόσις ἣ οὐ λυσιτελήσει σοι καὶ ἔστιν δόσις ἧς τὸ ἀνταπόδομα διπλοῦν
AT greco 20,11 ἔστιν ἐλάττωσις ἕνεκεν δόξης καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ἦρεν κεφαλήν
AT greco 20,12 ἔστιν ἀγοράζων πολλὰ ὀλίγου καὶ ἀποτιννύων αὐτὰ ἑπταπλάσιον
AT greco 20,13 ὁ σοφὸς ἐν λόγοις ἑαυτὸν προσφιλῆ ποιήσει χάριτες δὲ μωρῶν ἐκχυθήσονται
AT greco 20,14 δόσις ἄφρονος οὐ λυσιτελήσει σοι οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθ’ ἑνὸς πολλοί
AT greco 20,15 ὀλίγα δώσει καὶ πολλὰ ὀνειδίσει καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς κῆρυξ σήμερον δανιεῖ καὶ αὔριον ἀπαιτήσει μισητὸς ἄνθρωπος ὁ τοιοῦτος
AT greco 20,16 μωρὸς ἐρεῖ οὐχ ὑπάρχει μοι φίλος καὶ οὐκ ἔστιν χάρις τοῖς ἀγαθοῖς μου
AT greco 20,17 οἱ ἔσθοντες τὸν ἄρτον αὐτοῦ φαῦλοι γλώσσῃ ποσάκις καὶ ὅσοι καταγελάσονται αὐτοῦ
AT greco