Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

NT greco Vai al libro

AT greco 21 21,1 τέκνον ἥμαρτες μὴ προσθῇς μηκέτι καὶ περὶ τῶν προτέρων σου δεήθητι
AT greco 21,2 ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε ἀπὸ ἁμαρτίας ἐὰν γὰρ προσέλθῃς δήξεταί σε ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς ἀναιροῦντες ψυχὰς ἀνθρώπων
AT greco 21,3 ὡς ῥομφαία δίστομος πᾶσα ἀνομία τῇ πληγῇ αὐτῆς οὐκ ἔστιν ἴασις
AT greco 21,4 καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσιν πλοῦτον οὕτως οἶκος ὑπερηφάνου ἐρημωθήσεται
AT greco 21,5 δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται
AT greco 21,6 μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ καὶ ὁ φοβούμενος κύριον ἐπιστρέψει ἐν καρδίᾳ
AT greco 21,7 γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθάνειν αὐτόν
AT greco 21,8 ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις ὡς συνάγων αὐτοῦ τοὺς λίθους εἰς χειμῶνα
AT greco 21,9 στιππύον συνηγμένον συναγωγὴ ἀνόμων καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρός
AT greco 21,10 ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἐκ λίθων καὶ ἐπ’ ἐσχάτων αὐτῆς βόθρος ᾅδου
AT greco 21,11 ὁ φυλάσσων νόμον κατακρατεῖ τοῦ ἐννοήματος αὐτοῦ καὶ συντέλεια τοῦ φόβου κυρίου σοφία
AT greco 21,12 οὐ παιδευθήσεται ὃς οὐκ ἔστιν πανοῦργος ἔστιν δὲ πανουργία πληθύνουσα πικρίαν
AT greco 21,13 γνῶσις σοφοῦ ὡς κατακλυσμὸς πληθυνθήσεται καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ζωῆς
AT greco 21,14 ἔγκατα μωροῦ ὡς ἀγγεῖον συντετριμμένον καὶ πᾶσαν γνῶσιν οὐ κρατήσει
AT greco 21,15 λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων αἰνέσει αὐτὸν καὶ ἐπ’ αὐτὸν προσθήσει ἤκουσεν ὁ σπαταλῶν καὶ ἀπήρεσεν αὐτῷ καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ
AT greco 21,16 ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον ἐπὶ δὲ χείλους συνετοῦ εὑρεθήσεται χάρις