Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

NT greco Vai al libro

AT greco 22 22,1 λίθῳ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ
AT greco 22,2 βολβίτῳ κοπρίων συνεβλήθη ὀκνηρός πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα
AT greco 22,3 αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου θυγάτηρ δὲ ἐπ’ ἐλαττώσει γίνεται
AT greco 22,4 θυγάτηρ φρονίμη κληρονομήσει ἄνδρα αὐτῆς καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος
AT greco 22,5 πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται
AT greco 22,6 μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις μάστιγες δὲ καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας
AT greco 22,7
AT greco 22,8
AT greco 22,9 συγκολλῶν ὄστρακον ὁ διδάσκων μωρόν ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου
AT greco 22,10 διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωρῷ καὶ ἐπὶ συντελείᾳ ἐρεῖ τί ἐστιν
AT greco 22,11 ἐπὶ νεκρῷ κλαῦσον ἐξέλιπεν γὰρ φῶς καὶ ἐπὶ μωρῷ κλαῦσον ἐξέλιπεν γὰρ σύνεσιν ἥδιον κλαῦσον ἐπὶ νεκρῷ ὅτι ἀνεπαύσατο τοῦ δὲ μωροῦ ὑπὲρ θάνατον ἡ ζωὴ πονηρά
AT greco 22,12 πένθος νεκροῦ ἑπτὰ ἡμέραι μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ
AT greco 22,13 μετὰ ἄφρονος μὴ πληθύνῃς λόγον καὶ πρὸς ἀσύνετον μὴ πορεύου φύλαξαι ἀπ’ αὐτοῦ ἵνα μὴ κόπον ἔχῃς καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ ἔκκλινον ἀπ’ αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ
AT greco 22,14 ὑπὲρ μόλιβον τί βαρυνθήσεται καὶ τί αὐτῷ ὄνομα ἀλλ’ ἢ μωρός
AT greco 22,15 ἄμμον καὶ ἅλα καὶ βῶλον σιδήρου εὔκοπον ὑπενεγκεῖν ἢ ἄνθρωπον ἀσύνετον
AT greco 22,16 ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν ἐν συσσεισμῷ οὐ διαλυθήσεται οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς ἐν καιρῷ οὐ δειλιάσει