Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

CEI 1974 Vai al libro

AT greco 26 26,1 γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ καὶ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος
AT greco 26,2 γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ
AT greco 26,3 γυνὴ ἀγαθὴ μερὶς ἀγαθή ἐν μερίδι φοβουμένων κύριον δοθήσεται
AT greco 26,4 πλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθή ἐν παντὶ καιρῷ πρόσωπον ἱλαρόν
AT greco 26,5 ἀπὸ τριῶν εὐλαβήθη ἡ καρδία μου καὶ ἐπὶ τῷ τετάρτῳ προσώπῳ ἐδεήθην διαβολὴν πόλεως καὶ ἐκκλησίαν ὄχλου καὶ καταψευσμόν ὑπὲρ θάνατον πάντα μοχθηρά
AT greco 26,6 ἄλγος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος ἐπὶ γυναικὶ καὶ μάστιξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα
AT greco 26,7 βοοζύγιον σαλευόμενον γυνὴ πονηρά ὁ κρατῶν αὐτῆς ὡς ὁ δρασσόμενος σκορπίου
AT greco 26,8 ὀργὴ μεγάλη γυνὴ μέθυσος καὶ ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύψει
AT greco 26,9 πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται
AT greco 26,10 ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται
AT greco 26,11 ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ
AT greco 26,12 ὡς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίξει καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται κατέναντι παντὸς πασσάλου καθήσεται καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν
AT greco 26,13 χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς
AT greco 26,14 δόσις κυρίου γυνὴ σιγηρά καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς
AT greco 26,15 χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρά καὶ οὐκ ἔστιν σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς
AT greco 26,16 ἥλιος ἀνατέλλων ἐν ὑψίστοις κυρίου καὶ κάλλος ἀγαθῆς γυναικὸς ἐν κόσμῳ οἰκίας αὐτῆς
AT greco 26,17 λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας καὶ κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ