Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

NT greco Vai al libro

AT greco 28 28,1 ὁ ἐκδικῶν παρὰ κυρίου εὑρήσει ἐκδίκησιν καὶ τὰς ἁμαρτίας αὐτοῦ διατηρῶν διατηρήσει
AT greco 28,2 ἄφες ἀδίκημα τῷ πλησίον σου καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται
AT greco 28,3 ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργήν καὶ παρὰ κυρίου ζητεῖ ἴασιν
AT greco 28,4 ἐπ’ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται
AT greco 28,5 αὐτὸς σὰρξ ὢν διατηρεῖ μῆνιν τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ
AT greco 28,6 μνήσθητι τὰ ἔσχατα καὶ παῦσαι ἐχθραίνων καταφθορὰν καὶ θάνατον καὶ ἔμμενε ἐντολαῖς
AT greco 28,7 μνήσθητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον καὶ διαθήκην ὑψίστου καὶ πάριδε ἄγνοιαν
AT greco 28,8 ἀπόσχου ἀπὸ μάχης καὶ ἐλαττώσεις ἁμαρτίας ἄνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην
AT greco 28,9 καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβαλεῖ διαβολήν
AT greco 28,10 κατὰ τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυθήσεται καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήσεται κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται καὶ κατὰ τὸν πλοῦτον ἀνυψώσει ὀργὴν αὐτοῦ
AT greco 28,11 ἔρις κατασπευδομένη ἐκκαίει πῦρ καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα
AT greco 28,12 ἐὰν φυσήσῃς εἰς σπινθῆρα ἐκκαήσεται καὶ ἐὰν πτύσῃς ἐπ’ αὐτόν σβεσθήσεται καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται
AT greco 28,13 ψίθυρον καὶ δίγλωσσον καταράσασθε πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσεν
AT greco 28,14 γλῶσσα τρίτη πολλοὺς ἐσάλευσεν καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος καὶ πόλεις ὀχυρὰς καθεῖλεν καὶ οἰκίας μεγιστάνων κατέστρεψεν
AT greco 28,15 γλῶσσα τρίτη γυναῖκας ἀνδρείας ἐξέβαλεν καὶ ἐστέρεσεν αὐτὰς τῶν πόνων αὐτῶν
AT greco 28,16 ὁ προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν οὐδὲ κατασκηνώσει μεθ’ ἡσυχίας