Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

CEI 1974 Vai al libro

AT greco 29 29,1 ὁ ποιῶν ἔλεος δανιεῖ τῷ πλησίον καὶ ὁ ἐπισχύων τῇ χειρὶ αὐτοῦ τηρεῖ ἐντολάς
AT greco 29,2 δάνεισον τῷ πλησίον ἐν καιρῷ χρείας αὐτοῦ καὶ πάλιν ἀπόδος τῷ πλησίον εἰς τὸν καιρόν
AT greco 29,3 στερέωσον λόγον καὶ πιστώθητι μετ’ αὐτοῦ καὶ ἐν παντὶ καιρῷ εὑρήσεις τὴν χρείαν σου
AT greco 29,4 πολλοὶ ὡς εὕρεμα ἐνόμισαν δάνος καὶ παρέσχον κόπον τοῖς βοηθήσασιν αὐτοῖς
AT greco 29,5 ἕως οὗ λάβῃ καταφιλήσει χεῖρας αὐτοῦ καὶ ἐπὶ τῶν χρημάτων τοῦ πλησίον ταπεινώσει φωνήν καὶ ἐν καιρῷ ἀποδόσεως παρελκύσει χρόνον καὶ ἀποδώσει λόγους ἀκηδίας καὶ τὸν καιρὸν αἰτιάσεται
AT greco 29,6 ἐὰν ἰσχύσῃ μόλις κομίσεται τὸ ἥμισυ καὶ λογιεῖται αὐτὸ ὡς εὕρεμα εἰ δὲ μή ἀπεστέρησεν αὐτὸν τῶν χρημάτων αὐτοῦ καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτῷ καὶ ἀντὶ δόξης ἀποδώσει αὐτῷ ἀτιμίαν
AT greco 29,7 πολλοὶ οὐ χάριν πονηρίας ἀπέστρεψαν ἀποστερηθῆναι δωρεὰν εὐλαβήθησαν
AT greco 29,8 πλὴν ἐπὶ ταπεινῷ μακροθύμησον καὶ ἐπ’ ἐλεημοσύνῃ μὴ παρελκύσῃς αὐτόν
AT greco 29,9 χάριν ἐντολῆς ἀντιλαβοῦ πένητος καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν
AT greco 29,10 ἀπόλεσον ἀργύριον δι’ ἀδελφὸν καὶ φίλον καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπώλειαν
AT greco 29,11 θὲς τὸν θησαυρόν σου κατ’ ἐντολὰς ὑψίστου καὶ λυσιτελήσει σοι μᾶλλον ἢ τὸ χρυσίον
AT greco 29,12 σύγκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμιείοις σου καὶ αὕτη ἐξελεῖταί σε ἐκ πάσης κακώσεως
AT greco 29,13 ὑπὲρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ὁλκῆς κατέναντι ἐχθροῦ πολεμήσει ὑπὲρ σοῦ
AT greco 29,14 ἀνὴρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην ἐγκαταλείψει αὐτόν
AT greco 29,15 χάριτας ἐγγύου μὴ ἐπιλάθῃ ἔδωκεν γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ σοῦ
AT greco 29,16 ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον
AT greco 29,17 ἐγγύη πολλοὺς ἀπώλεσεν κατευθύνοντας καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης