Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

Interconfessionale Vai al libro

AT greco 32 32,1 ἡγούμενόν σε κατέστησαν μὴ ἐπαίρου γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν φρόντισον αὐτῶν καὶ οὕτω κάθισον
AT greco 32,2 καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσε ἵνα εὐφρανθῇς δι’ αὐτοὺς καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον
AT greco 32,3 λάλησον πρεσβύτερε πρέπει γάρ σοι ἐν ἀκριβεῖ ἐπιστήμῃ καὶ μὴ ἐμποδίσῃς μουσικά
AT greco 32,4 ὅπου ἀκρόαμα μὴ ἐκχέῃς λαλιὰν καὶ ἀκαίρως μὴ σοφίζου
AT greco 32,5 σφραγὶς ἄνθρακος ἐπὶ κόσμῳ χρυσῷ σύγκριμα μουσικῶν ἐν συμποσίῳ οἴνου
AT greco 32,6 ἐν κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου μέλος μουσικῶν ἐφ’ ἡδεῖ οἴνῳ
AT greco 32,7 λάλησον νεανίσκε εἰ χρεία σου μόλις δὶς ἐὰν ἐπερωτηθῇς
AT greco 32,8 κεφαλαίωσον λόγον ἐν ὀλίγοις πολλά γίνου ὡς γινώσκων καὶ ἅμα σιωπῶν