Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

CEI 2008 Vai al libro

AT greco 35 35,1 ὁ συντηρῶν νόμον πλεονάζει προσφοράς θυσιάζων σωτηρίου ὁ προσέχων ἐντολαῖς
AT greco 35,2 ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως
AT greco 35,3 εὐδοκία κυρίου ἀποστῆναι ἀπὸ πονηρίας καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας
AT greco 35,4 μὴ ὀφθῇς ἐν προσώπῳ κυρίου κενός πάντα γὰρ ταῦτα χάριν ἐντολῆς
AT greco 35,5 προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον καὶ ἡ εὐωδία αὐτῆς ἔναντι ὑψίστου
AT greco 35,6 θυσία ἀνδρὸς δικαίου δεκτή καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται
AT greco 35,7 ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν κύριον καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου
AT greco 35,8 ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην
AT greco 35,9 δὸς ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ’ εὕρεμα χειρός
AT greco 35,10 ὅτι κύριος ἀνταποδιδούς ἐστιν καὶ ἑπταπλάσια ἀνταποδώσει σοι
AT greco 35,11 μὴ δωροκόπει οὐ γὰρ προσδέξεται καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ
AT greco 35,12 ὅτι κύριος κριτής ἐστιν καὶ οὐκ ἔστιν παρ’ αὐτῷ δόξα προσώπου
AT greco 35,13 οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχοῦ καὶ δέησιν ἠδικημένου εἰσακούσεται
AT greco 35,14 οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρφανοῦ καὶ χήραν ἐὰν ἐκχέῃ λαλιάν
AT greco 35,15 οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά
AT greco 35,16 θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει
AT greco 35,17 προσευχὴ ταπεινοῦ νεφέλας διῆλθεν καὶ ἕως συνεγγίσῃ οὐ μὴ παρακληθῇ
AT greco