Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

AT ebraico Vai al libro

AT greco 38 38,1 τίμα ἰατρὸν πρὸς τὰς χρείας αὐτοῦ τιμαῖς αὐτοῦ καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος
AT greco 38,2 παρὰ γὰρ ὑψίστου ἐστὶν ἴασις καὶ παρὰ βασιλέως λήμψεται δόμα
AT greco 38,3 ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται
AT greco 38,4 κύριος ἔκτισεν ἐκ γῆς φάρμακα καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς
AT greco 38,5 οὐκ ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ
AT greco 38,6 καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις ἐπιστήμην ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ
AT greco 38,7 ἐν αὐτοῖς ἐθεράπευσεν καὶ ἦρεν τὸν πόνον αὐτοῦ μυρεψὸς ἐν τούτοις ποιήσει μεῖγμα
AT greco 38,8 καὶ οὐ μὴ συντελεσθῇ ἔργα αὐτοῦ καὶ εἰρήνη παρ’ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς
AT greco 38,9 τέκνον ἐν ἀρρωστήματί σου μὴ παράβλεπε ἀλλ’ εὖξαι κυρίῳ καὶ αὐτὸς ἰάσεταί σε
AT greco 38,10 ἀπόστησον πλημμέλειαν καὶ εὔθυνον χεῖρας καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον καρδίαν
AT greco 38,11 δὸς εὐωδίαν καὶ μνημόσυνον σεμιδάλεως καὶ λίπανον προσφορὰν ὡς μὴ ὑπάρχων
AT greco 38,12 καὶ ἰατρῷ δὸς τόπον καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος καὶ μὴ ἀποστήτω σου καὶ γὰρ αὐτοῦ χρεία
AT greco 38,13 ἔστιν καιρὸς ὅτε καὶ ἐν χερσὶν αὐτῶν εὐοδία
AT greco 38,14 καὶ γὰρ αὐτοὶ κυρίου δεηθήσονται ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν καὶ ἴασιν χάριν ἐμβιώσεως
AT greco 38,15 ὁ ἁμαρτάνων ἔναντι τοῦ ποιήσαντος αὐτὸν ἐμπέσοι εἰς χεῖρας ἰατροῦ
AT greco 38,16 τέκνον ἐπὶ νεκρῷ κατάγαγε δάκρυα καὶ ὡς δεινὰ πάσχων ἔναρξαι θρήνου κατὰ δὲ τὴν κρίσιν αὐτοῦ περίστειλον τὸ σῶμα αὐτοῦ καὶ μὴ ὑπερίδῃς τὴν ταφὴν αὐτοῦ
AT greco 38,17 πίκρανον κλαυθμὸν καὶ θέρμανον κοπετὸν καὶ ποίησον τὸ πένθος κατὰ τὴν ἀξίαν αὐτοῦ ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς καὶ παρακλήθητι λύπης ἕνεκα