Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

CEI 1974 Vai al libro

AT greco 41 41,1 ὦ θάνατε ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ ἀνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσιν καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν
AT greco 41,2 ὦ θάνατε καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι ὑπομονήν
AT greco 41,3 μὴ εὐλαβοῦ κρίμα θανάτου μνήσθητι προτέρων σου καὶ ἐσχάτων
AT greco 41,4 τοῦτο τὸ κρίμα παρὰ κυρίου πάσῃ σαρκί καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ ὑψίστου εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς
AT greco 41,5 τέκνα βδελυρὰ γίνεται τέκνα ἁμαρτωλῶν καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν
AT greco 41,6 τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος
AT greco 41,7 πατρὶ ἀσεβεῖ μέμψεται τέκνα ὅτι δι’ αὐτὸν ὀνειδισθήσονται
AT greco 41,8 οὐαὶ ὑμῖν ἄνδρες ἀσεβεῖς οἵτινες ἐγκατελίπετε νόμον θεοῦ ὑψίστου
AT greco 41,9 καὶ ἐὰν γεννηθῆτε εἰς κατάραν γεννηθήσεσθε καὶ ἐὰν ἀποθάνητε εἰς κατάραν μερισθήσεσθε
AT greco 41,10 πάντα ὅσα ἐκ γῆς εἰς γῆν ἀπελεύσεται οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπώλειαν
AT greco 41,11 πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται
AT greco 41,12 φρόντισον περὶ ὀνόματος αὐτὸ γάρ σοι διαμενεῖ ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου
AT greco 41,13 ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ
AT greco 41,14 παιδείαν ἐν εἰρήνῃ συντηρήσατε τέκνα σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής τίς ὠφέλεια ἐν ἀμφοτέροις
AT greco 41,15 κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ
AT greco 41,16 τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου οὐ γάρ ἐστιν πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται
AT greco 41,17 αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους