Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

Introduzione
1 Πολλῶν καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν
2 καὶ τῶν ἄλλων τῶν κατ᾽ αὐτοὺς ἠκολουθηκότων δεδομένων,
3 ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν Ισραηλ παιδείας καὶ σοφίας,
4 καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι,
5 ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρησίμους εἶναι
6 καὶ λέγοντας καὶ γράφοντας,
7 ὁ πάππος μου ᾿Ιησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς
8 εἴς τε τὴν τοῦ νόμου
9 καὶ τῶν προφητῶν
10 καὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν
11 καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος
12 προήχθη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων,
13 ὅπως οἱ φιλομαθεῖς καὶ τούτων ἔνοχοι γενόμενοι
14 πολλῷ μᾶλλον ἐπιπροσθῶσιν διὰ τῆς ἐννόμου βιώσεως.
15 Παρακέκλησθε οὖν
16 μετ᾽ εὐνοίας καὶ προσοχῆς
17 τὴν ἀνάγνωσιν ποιεῖσθαι
18 καὶ συγγνώμην ἔχειν
19 ἐφ᾽ οἷς ἂν δοκῶμεν
20 τῶν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶν τῶν λέξεων ἀδυναμεῖν·
21 οὐ γὰρ ἰσοδυναμεῖ
22 αὐτὰ ἐν ἑαυτοῖς Εβραϊστὶ λεγόμενα καὶ ὅταν μεταχθῇ εἰς ἑτέραν γλῶσσαν·
23 οὐ μόνον δὲ ταῦτα,
24 ἀλλὰ καὶ αὐτὸς ὁ νόμος καὶ αἱ προφητεῖαι
25 καὶ τὰ λοιπὰ τῶν βιβλίων
26 οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοῖς λεγόμενα.
27 Εν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Eὐεργέτου βασιλέως
28 παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας
29 εὑρὼν οὐ μικρᾶς παιδείας ἀφόμοιον
30 ἀναγκαιότατον ἐθέμην καὶ αὐτός τινα προσενέγκασθαι σπουδὴν καὶ φιλοπονίαν τοῦ μεθερμηνεῦσαι τήνδε τὴν βίβλον
31 πολλὴν ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος
32 ἐν τῷ διαστήματι τοῦ χρόνου
33 πρὸς τὸ ἐπὶ πέρας ἀγαγόντα τὸ βιβλίον ἐκδόσθαι
34 καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις φιλομαθεῖν
35 προκατασκευαζομένους τὰ ἤθη ἐννόμως βιοτεύειν.