Susanna (Daniele 13 - LXX)
AT greco Torna al libro
AT ebraico
AT greco
1,52ὡς δὲ διεχωρίσθησαν εἶπεν Δανιηλ τῇ συναγωγῇ νῦν μὴ βλέψητε ὅτι οὗτοί εἰσι πρεσβύτεροι λέγοντες οὐ μὴ ψεύσωνται ἀλλὰ ἀνακρινῶ αὐτοὺς κατὰ τὰ ὑποπίπτοντά μοι καὶ ἐκάλεσε τὸν ἕνα αὐτῶν καὶ προσήγαγον τὸν πρεσβύτερον τῷ νεωτέρῳ καὶ εἶπεν αὐτῷ Δανιηλ ἄκουε ἄκουε πεπαλαιωμένε ἡμερῶν κακῶν νῦν ἥκασί σου αἱ ἁμαρτίαι ἃς ἐποίεις τὸ πρότερον
AT greco
1,60καὶ πᾶσα ἡ συναγωγὴ ἀνεβόησεν ἐπὶ τῷ νεωτέρῳ ὡς ἐκ τοῦ ἰδίου στόματος ὁμολόγους αὐτοὺς κατέστησεν ἀμφοτέρους ψευδομάρτυρας καὶ ὡς ὁ νόμος διαγορεύει ἐποίησαν αὐτοῖς καθὼς ἐπονηρεύσαντο κατὰ τῆς ἀδελφῆς καὶ ἐφίμωσαν αὐτοὺς καὶ ἐξαγαγόντες ἔρριψαν εἰς φάραγγα τότε ὁ ἄγγελος κυρίου ἔρριψε πῦρ διὰ μέσου αὐτῶν καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ