Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Profetici - Daniele (Teodozione) - 12

Daniele (Teodozione)

12 1καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀναστήσεται Μιχαηλ ὁ ἄρχων ὁ μέγας ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου καὶ ἔσται καιρὸς θλίψεως θλῖψις οἵα οὐ γέγονεν ἀφ’ οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς ἕως τοῦ καιροῦ ἐκείνου καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός σου πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῇ βίβλῳ
2καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον
3καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι
4καὶ σύ Δανιηλ ἔμφραξον τοὺς λόγους καὶ σφράγισον τὸ βιβλίον ἕως καιροῦ συντελείας ἕως διδαχθῶσιν πολλοὶ καὶ πληθυνθῇ ἡ γνῶσις
5καὶ εἶδον ἐγὼ Δανιηλ καὶ ἰδοὺ δύο ἕτεροι εἱστήκεισαν εἷς ἐντεῦθεν τοῦ χείλους τοῦ ποταμοῦ καὶ εἷς ἐντεῦθεν τοῦ χείλους τοῦ ποταμοῦ
6καὶ εἶπεν τῷ ἀνδρὶ τῷ ἐνδεδυμένῳ τὰ βαδδιν ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ ἕως πότε τὸ πέρας ὧν εἴρηκας τῶν θαυμασίων
7καὶ ἤκουσα τοῦ ἀνδρὸς τοῦ ἐνδεδυμένου τὰ βαδδιν ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ καὶ ὕψωσεν τὴν δεξιὰν αὐτοῦ καὶ τὴν ἀριστερὰν αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ ὤμοσεν ἐν τῷ ζῶντι τὸν αἰῶνα ὅτι εἰς καιρὸν καιρῶν καὶ ἥμισυ καιροῦ ἐν τῷ συντελεσθῆναι διασκορπισμὸν χειρὸς λαοῦ ἡγιασμένου γνώσονται πάντα ταῦτα
8καὶ ἐγὼ ἤκουσα καὶ οὐ συνῆκα καὶ εἶπα κύριε τί τὰ ἔσχατα τούτων
9καὶ εἶπεν δεῦρο Δανιηλ ὅτι ἐμπεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι ἕως καιροῦ πέρας
10ἐκλεγῶσιν καὶ ἐκλευκανθῶσιν καὶ πυρωθῶσιν πολλοί καὶ ἀνομήσωσιν ἄνομοι καὶ οὐ συνήσουσιν πάντες ἄνομοι καὶ οἱ νοήμονες συνήσουσιν
11καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ καὶ τοῦ δοθῆναι βδέλυγμα ἐρημώσεως ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα
12μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε
13καὶ σὺ δεῦρο καὶ ἀναπαύου ἔτι γὰρ ἡμέραι εἰς ἀναπλήρωσιν συντελείας καὶ ἀναστήσῃ εἰς τὸν κλῆρόν σου εἰς συντέλειαν ἡμερῶν