Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34

Deuteronomio

AT greco Torna al libro

NT greco Vai al libro

AT greco 22 22,1 μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου ἢ τὸ πρόβατον αὐτοῦ πλανώμενα ἐν τῇ ὁδῷ ὑπερίδῃς αὐτά ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου καὶ ἀποδώσεις αὐτῷ
AT greco 22,2 ἐὰν δὲ μὴ ἐγγίζῃ ὁ ἀδελφός σου πρὸς σὲ μηδὲ ἐπίστῃ αὐτόν συνάξεις αὐτὰ ἔνδον εἰς τὴν οἰκίαν σου καὶ ἔσται μετὰ σοῦ ἕως ἂν ζητήσῃ αὐτὰ ὁ ἀδελφός σου καὶ ἀποδώσεις αὐτῷ
AT greco 22,3 οὕτως ποιήσεις τὸν ὄνον αὐτοῦ καὶ οὕτως ποιήσεις τὸ ἱμάτιον αὐτοῦ καὶ οὕτως ποιήσεις κατὰ πᾶσαν ἀπώλειαν τοῦ ἀδελφοῦ σου ὅσα ἐὰν ἀπόληται παρ’ αὐτοῦ καὶ εὕρῃς οὐ δυνήσῃ ὑπεριδεῖν
AT greco 22,4 οὐκ ὄψῃ τὸν ὄνον τοῦ ἀδελφοῦ σου ἢ τὸν μόσχον αὐτοῦ πεπτωκότας ἐν τῇ ὁδῷ μὴ ὑπερίδῃς αὐτούς ἀνιστῶν ἀναστήσεις μετ’ αὐτοῦ
AT greco 22,5 οὐκ ἔσται σκεύη ἀνδρὸς ἐπὶ γυναικί οὐδὲ μὴ ἐνδύσηται ἀνὴρ στολὴν γυναικείαν ὅτι βδέλυγμα κυρίῳ τῷ θεῷ σού ἐστιν πᾶς ποιῶν ταῦτα
AT greco 22,6 ἐὰν δὲ συναντήσῃς νοσσιᾷ ὀρνέων πρὸ προσώπου σου ἐν τῇ ὁδῷ ἢ ἐπὶ παντὶ δένδρει ἢ ἐπὶ τῆς γῆς νεοσσοῖς ἢ ᾠοῖς καὶ ἡ μήτηρ θάλπῃ ἐπὶ τῶν νεοσσῶν ἢ ἐπὶ τῶν ᾠῶν οὐ λήμψῃ τὴν μητέρα μετὰ τῶν τέκνων
AT greco 22,7 ἀποστολῇ ἀποστελεῖς τὴν μητέρα τὰ δὲ παιδία λήμψῃ σεαυτῷ ἵνα εὖ σοι γένηται καὶ πολυήμερος ἔσῃ
AT greco 22,8 ἐὰν δὲ οἰκοδομήσῃς οἰκίαν καινήν καὶ ποιήσεις στεφάνην τῷ δώματί σου καὶ οὐ ποιήσεις φόνον ἐν τῇ οἰκίᾳ σου ἐὰν πέσῃ ὁ πεσὼν ἀπ’ αὐτοῦ
AT greco 22,9 οὐ κατασπερεῖς τὸν ἀμπελῶνά σου διάφορον ἵνα μὴ ἁγιασθῇ τὸ γένημα καὶ τὸ σπέρμα ὃ ἐὰν σπείρῃς μετὰ τοῦ γενήματος τοῦ ἀμπελῶνός σου
AT greco 22,10 οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπὶ τὸ αὐτό
AT greco 22,11 οὐκ ἐνδύσῃ κίβδηλον ἔρια καὶ λίνον ἐν τῷ αὐτῷ
AT greco 22,12 στρεπτὰ ποιήσεις σεαυτῷ ἐπὶ τῶν τεσσάρων κρασπέδων τῶν περιβολαίων σου ἃ ἐὰν περιβάλῃ ἐν αὐτοῖς
AT greco 22,13 ἐὰν δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ καὶ μισήσῃ αὐτὴν
AT greco 22,14 καὶ ἐπιθῇ αὐτῇ προφασιστικοὺς λόγους καὶ κατενέγκῃ αὐτῆς ὄνομα πονηρὸν καὶ λέγῃ τὴν γυναῖκα ταύτην εἴληφα καὶ προσελθὼν αὐτῇ οὐχ εὕρηκα αὐτῆς παρθένια
AT greco 22,15 καὶ λαβὼν ὁ πατὴρ τῆς παιδὸς καὶ ἡ μήτηρ ἐξοίσουσιν τὰ παρθένια τῆς παιδὸς πρὸς τὴν γερουσίαν ἐπὶ τὴν πύλην
AT greco 22,16 καὶ ἐρεῖ ὁ πατὴρ τῆς παιδὸς τῇ γερουσίᾳ τὴν θυγατέρα μου ταύτην δέδωκα τῷ ἀνθρώπῳ τούτῳ γυναῖκα καὶ μισήσας αὐτὴν
AT greco 22,17 αὐτὸς νῦν ἐπιτίθησιν αὐτῇ προφασιστικοὺς λόγους λέγων οὐχ εὕρηκα τῇ θυγατρί σου παρθένια καὶ ταῦτα τὰ παρθένια τῆς θυγατρός μου καὶ ἀναπτύξουσιν τὸ ἱμάτιον ἐναντίον τῆς γερουσίας τῆς πόλεως
AT greco 22,18 καὶ λήμψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης τὸν ἄνθρωπον ἐκεῖνον καὶ παιδεύσουσιν αὐτὸν
AT greco 22,19 καὶ ζημιώσουσιν αὐτὸν ἑκατὸν σίκλους καὶ δώσουσιν τῷ πατρὶ τῆς νεάνιδος ὅτι ἐξήνεγκεν ὄνομα πονηρὸν ἐπὶ παρθένον Ισραηλῖτιν καὶ αὐτοῦ ἔσται γυνή οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον
AT greco 22,20 ἐὰν δὲ ἐπ’ ἀληθείας γένηται ὁ λόγος οὗτος καὶ μὴ εὑρεθῇ παρθένια τῇ νεάνιδι
AT greco 22,21 καὶ ἐξάξουσιν τὴν νεᾶνιν ἐπὶ τὰς θύρας οἴκου πατρὸς αὐτῆς καὶ λιθοβολήσουσιν αὐτὴν οἱ ἄνδρες τῆς πόλεως αὐτῆς ἐν λίθοις καὶ ἀποθανεῖται ὅτι ἐποίησεν ἀφροσύνην ἐν υἱοῖς Ισραηλ ἐκπορνεῦσαι τὸν οἶκον τοῦ πατρὸς αὐτῆς καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν
AT greco 22,22 ἐὰν δὲ εὑρεθῇ ἄνθρωπος κοιμώμενος μετὰ γυναικὸς συνῳκισμένης ἀνδρί ἀποκτενεῖτε ἀμφοτέρους τὸν ἄνδρα τὸν κοιμώμενον μετὰ τῆς γυναικὸς καὶ τὴν γυναῖκα καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ισραηλ
AT greco 22,23 ἐὰν δὲ γένηται παῖς παρθένος μεμνηστευμένη ἀνδρὶ καὶ εὑρὼν αὐτὴν ἄνθρωπος ἐν πόλει κοιμηθῇ μετ’ αὐτῆς
AT greco 22,24 ἐξάξετε ἀμφοτέρους ἐπὶ τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ λιθοβοληθήσονται ἐν λίθοις καὶ ἀποθανοῦνται τὴν νεᾶνιν ὅτι οὐκ ἐβόησεν ἐν τῇ πόλει καὶ τὸν ἄνθρωπον ὅτι ἐταπείνωσεν τὴν γυναῖκα τοῦ πλησίον καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν