Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29

1 Cronache

AT greco Torna al libro

NT greco Vai al libro

AT greco 20 20,1 καὶ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν τῇ ἐξόδῳ τῶν βασιλέων καὶ ἤγαγεν Ιωαβ πᾶσαν τὴν δύναμιν τῆς στρατιᾶς καὶ ἔφθειραν τὴν χώραν υἱῶν Αμμων καὶ ἦλθεν καὶ περιεκάθισεν τὴν Ραββα καὶ Δαυιδ ἐκάθητο ἐν Ιερουσαλημ καὶ ἐπάταξεν Ιωαβ τὴν Ραββα καὶ κατέσκαψεν αὐτήν
AT greco 20,2 καὶ ἔλαβεν Δαυιδ τὸν στέφανον Μολχολ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ καὶ εὑρέθη ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ ἐν αὐτῷ λίθος τίμιος καὶ ἦν ἐπὶ τὴν κεφαλὴν Δαυιδ καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα
AT greco 20,3 καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγεν καὶ διέπρισεν πρίοσιν καὶ ἐν σκεπάρνοις σιδηροῖς καὶ οὕτως ἐποίησεν Δαυιδ τοῖς πᾶσιν υἱοῖς Αμμων καὶ ἀνέστρεψεν Δαυιδ καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς Ιερουσαλημ
AT greco 20,4 καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γαζερ μετὰ τῶν ἀλλοφύλων τότε ἐπάταξεν Σοβοχαι ὁ Ουσαθι τὸν Σαφου ἀπὸ τῶν υἱῶν τῶν γιγάντων καὶ ἐταπείνωσεν αὐτόν
AT greco 20,5 καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοφύλων καὶ ἐπάταξεν Ελλαναν υἱὸς Ιαϊρ τὸν Λεεμι ἀδελφὸν Γολιαθ τοῦ Γεθθαίου καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων
AT greco 20,6 καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεθ καὶ ἦν ἀνὴρ ὑπερμεγέθης καὶ δάκτυλοι αὐτοῦ ἓξ καὶ ἕξ εἴκοσι τέσσαρες καὶ οὗτος ἦν ἀπόγονος γιγάντων
AT greco 20,7 καὶ ὠνείδισεν τὸν Ισραηλ καὶ ἐπάταξεν αὐτὸν Ιωναθαν υἱὸς Σαμαα ἀδελφοῦ Δαυιδ
AT greco 20,8 οὗτοι ἐγένοντο Ραφα ἐν Γεθ πάντες ἦσαν τέσσαρες γίγαντες καὶ ἔπεσον ἐν χειρὶ Δαυιδ καὶ ἐν χειρὶ παίδων αὐτοῦ