Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14

Tobia S (Codice Sinaitico)

11 1 καὶ ὡς ἤγγισαν εἰς Κασεριν ἥ ἐστιν κατέναντι Νινευη εἶπεν Ραφαηλ
2 σὺ γινώσκεις πῶς ἀφήκαμεν τὸν πατέρα σου
3 προδράμωμεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν ἐν ᾧ ἔρχονται
4 καὶ ἐπορεύθησαν ἀμφότεροι κοινῶς καὶ εἶπεν αὐτῷ λαβὲ μετὰ χεῖρας τὴν χολήν καὶ συνῆλθεν αὐτοῖς ὁ κύων ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ Τωβια
5 καὶ Αννα ἐκάθητο περιβλεπομένη τὴν ὁδὸν τοῦ υἱοῦ αὐτῆς
6 καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἶπεν τῷ πατρὶ αὐτοῦ ἰδοὺ ὁ υἱός σου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ’ αὐτοῦ
7 καὶ Ραφαηλ εἶπεν Τωβια πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς τὸν πατέρα ἐπίσταμαι ὅτι οἱ ὀφθαλμοὶ αὐτοῦ ἀνεῳχθήσονται
8 ἔμπλασον τὴν χολὴν τοῦ ἰχθύος εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἀποστύψει τὸ φάρμακον καὶ ἀπολεπίσει τὰ λευκώματα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ καὶ ἀναβλέψει ὁ πατήρ σου καὶ ὄψεται τὸ φῶς
9 καὶ ἀνέδραμεν Αννα καὶ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν αὐτῷ εἶδόν σε παιδίον ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι καὶ ἔκλαυσεν
10 καὶ ἀνέστη Τωβις καὶ προσέκοπτεν τοῖς ποσὶν καὶ ἐξῆλθεν τὴν θύραν τῆς αὐλῆς
11 καὶ ἐβάδισεν Τωβιας πρὸς αὐτόν καὶ ἡ χολὴ τοῦ ἰχθύος ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐνεφύσησεν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐλάβετο αὐτοῦ καὶ εἶπεν θάρσει πάτερ καὶ ἐπέβαλεν τὸ φάρμακον ἐπ’ αὐτὸν καὶ ἐπέδωκεν
12 καὶ ἀπελέπισεν ἑκατέραις ταῖς χερσὶν αὐτοῦ ἀπὸ τῶν κανθῶν τῶν ὀφθαλμῶν αὐτοῦ
13 καὶ ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν καὶ εἶπεν αὐτῷ εἶδόν σε τέκνον τὸ φῶς τῶν ὀφθαλμῶν μου
14 καὶ εἶπεν εὐλογητὸς ὁ θεός καὶ εὐλογητὸν τὸ ὄνομα τὸ μέγα αὐτοῦ καὶ εὐλογημένοι πάντες οἱ ἄγγελοι οἱ ἅγιοι αὐτοῦ γένοιτο τὸ ὄνομα τὸ μέγα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ εὐλογητοὶ πάντες οἱ ἄγγελοι εἰς πάντας τοὺς αἰῶνας ὅτι αὐτὸς ἐμαστίγωσέν με καὶ ἰδοὺ βλέπω Τωβιαν τὸν υἱόν μου
15 καὶ εἰσῆλθεν Τωβιας χαίρων καὶ εὐλογῶν τὸν θεὸν ἐν ὅλῳ τῷ στόματι αὐτοῦ καὶ ἐπέδειξεν Τωβιας τῷ πατρὶ αὐτοῦ ὅτι εὐοδώθη ἡ ὁδὸς αὐτοῦ καὶ ὅτι ἐνήνοχεν ἀργύριον καὶ ὡς ἔλαβεν Σαρραν τὴν θυγατέρα Ραγουηλ γυναῖκα καὶ ὅτι ἰδοὺ παραγίνεται καὶ ἔστιν σύνεγγυς τῆς πύλης Νινευη
16 καὶ ἐξῆλθεν Τωβιθ εἰς ἀπάντησιν τῆς νύμφης αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν θεὸν πρὸς τὴν πύλην Νινευη καὶ ἰδόντες αὐτὸν οἱ ἐν Νινευη πορευόμενον καὶ διαβαίνοντα αὐτὸν πάσῃ τῇ ἰσχύι αὐτοῦ καὶ ὑπὸ μηδενὸς χειραγωγούμενον ἐθαύμασαν καὶ Τωβιθ ἐξωμολογεῖτο ἐναντίον αὐτῶν ὅτι ἠλέησεν αὐτὸν ὁ θεὸς καὶ ὅτι ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτοῦ
17 καὶ ἤγγισεν Τωβιθ Σαρρα τῇ γυναικὶ Τωβια τοῦ υἱοῦ αὐτοῦ καὶ εὐλόγησεν αὐτὴν καὶ εἶπεν αὐτῇ εἰσέλθοις ὑγιαίνουσα θύγατερ καὶ εὐλογητὸς ὁ θεός σου ὃς ἤγαγέν σε πρὸς ἡμᾶς θύγατερ καὶ εὐλογημένος ὁ πατήρ σου καὶ εὐλογημένος Τωβιας ὁ υἱός μου καὶ εὐλογημένη σύ θύγατερ εἴσελθε εἰς τὴν οἰκίαν σου ὑγιαίνουσα ἐν εὐλογίᾳ καὶ χαρᾷ εἴσελθε θύγατερ
18 ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐγένετο χαρὰ πᾶσιν τοῖς Ιουδαίοις τοῖς οὖσιν ἐν Νινευη
19 καὶ παρεγένοντο Αχικαρ καὶ Ναβαδ οἱ ἐξάδελφοι αὐτοῦ χαίροντες πρὸς Τωβιν