Tobia S (Codice Sinaitico)
AT greco Torna al libro
Interconfessionale Vai al libro
AT greco 7
7,1
καὶ ὅτε εἰσῆλθεν εἰς Ἐκβάτανα λέγει αὐτῷ Αζαρια ἄδελφε ἀπάγαγέ με εὐθεῖαν πρὸς Ραγουηλ τὸν ἀδελφὸν ἡμῶν καὶ ἀπήγαγεν αὐτὸν εἰς τὸν οἶκον Ραγουήλου καὶ εὗρον αὐτὸν καθήμενον παρὰ τὴν θύραν τῆς αὐλῆς καὶ ἐχαιρέτισαν αὐτὸν πρῶτοι καὶ εἶπεν αὐτοῖς χαίρετε πολλά ἀδελφοί καὶ καλῶς ἤλθατε ὑγιαίνοντες καὶ ἤγαγεν αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ
AT greco
7,10
καὶ ἤκουσεν Ραγουηλ τὸν λόγον καὶ εἶπεν τῷ παιδί φάγε καὶ πίε καὶ ἡδέως γενοῦ τὴν νύκτα ταύτην οὐ γάρ ἐστιν ἄνθρωπος ᾧ καθήκει λαβεῖν Σαρραν τὴν θυγατέρα μου πλὴν σοῦ ἄδελφε ὡσαύτως δὲ καὶ ἐγὼ οὐκ ἔχω ἐξουσίαν δοῦναι αὐτὴν ἑτέρῳ ἀνδρὶ πλὴν σοῦ ὅτι σὺ ἔγγιστά μου καὶ μάλα τὴν ἀλήθειάν σοι ὑποδείξω παιδίον
AT greco
7,12
καὶ εἶπεν Τωβιας οὐ μὴ φάγω ἐντεῦθεν οὐδὲ μὴ πίω ἕως ἂν διαστήσῃς τὰ πρὸς ἐμέ καὶ εἶπεν αὐτῷ Ραγουηλ ὅτι ποιῶ καὶ αὐτὴ δίδοταί σοι κατὰ τὴν κρίσιν τῆς βίβλου Μωυσέως καὶ ἐκ τοῦ οὐρανοῦ κέκριταί σοι δοθῆναι κομίζου τὴν ἀδελφήν σου ἀπὸ τοῦ νῦν σὺ ἀδελφὸς εἶ αὐτῆς καὶ αὐτὴ ἀδελφή σου δέδοταί σοι ἀπὸ τῆς σήμερον καὶ εἰς τὸν αἰῶνα καὶ ὁ κύριος τοῦ οὐρανοῦ εὐοδώσει ὑμᾶς παιδίον τὴν νύκτα ταύτην καὶ ποιήσαι ἐφ’ ὑμᾶς ἔλεος καὶ εἰρήνην
AT greco
7,13
καὶ ἐκάλεσεν Ραγουηλ Σαρραν τὴν θυγατέρα αὐτοῦ καὶ ἦλθεν πρὸς αὐτόν καὶ λαβόμενος τῆς χειρὸς αὐτῆς παρέδωκεν αὐτὴν αὐτῷ καὶ εἶπεν κόμισαι κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν τὴν γεγραμμένην ἐν τῇ βίβλῳ Μωυσέως δοῦναί σοι τὴν γυναῖκα ἔχε καὶ ἄπαγε πρὸς τὸν πατέρα σου ὑγιαίνων καὶ ὁ θεὸς τοῦ οὐρανοῦ εὐοδώσαι ὑμῖν εἰρήνην