Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21

Giudici A (Codice Alessandrino)

AT greco Torna al libro

NT greco Vai al libro

AT greco 10 10,1 καὶ ἀνέστη μετὰ Αβιμελεχ τοῦ σῶσαι τὸν Ισραηλ Θωλα υἱὸς Φουα υἱὸς πατραδέλφου αὐτοῦ ἀνὴρ Ισσαχαρ καὶ αὐτὸς κατῴκει ἐν Σαμαρείᾳ ἐν ὄρει Εφραιμ
AT greco 10,2 καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι καὶ τρία ἔτη καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμαρείᾳ
AT greco 10,3 καὶ ἀνέστη μετ’ αὐτὸν Ιαϊρ ὁ Γαλααδίτης καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι καὶ δύο ἔτη
AT greco 10,4 καὶ ἐγένοντο αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβεβηκότες ἐπὶ τριάκοντα καὶ δύο πώλους καὶ τριάκοντα καὶ δύο πόλεις αὐτοῖς καὶ ἐκάλεσεν αὐτὰς Ἐπαύλεις Ιαϊρ ἕως τῆς ἡμέρας ταύτης αἵ εἰσιν ἐν τῇ γῇ Γαλααδ
AT greco 10,5 καὶ ἀπέθανεν Ιαϊρ καὶ ἐτάφη ἐν Ραμμω
AT greco 10,6 καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐλάτρευσαν ταῖς Βααλιμ καὶ ταῖς Ασταρωθ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωαβ καὶ τοῖς θεοῖς υἱῶν Αμμων καὶ τοῖς θεοῖς τῶν ἀλλοφύλων καὶ ἐγκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ
AT greco 10,7 καὶ ἐθυμώθη ὀργῇ κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ ἀλλοφύλων καὶ ἐν χειρὶ υἱῶν Αμμων
AT greco 10,8 καὶ ἐσάθρωσαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ὀκτωκαίδεκα ἔτη πάντας τοὺς υἱοὺς Ισραηλ ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν τῇ γῇ τοῦ Αμορραίου ἐν τῇ Γαλααδίτιδι
AT greco 10,9 καὶ διέβησαν οἱ υἱοὶ Αμμων τὸν Ιορδάνην ἐκπολεμῆσαι καὶ ἐν τῷ Ιουδα καὶ Βενιαμιν καὶ ἐν τῷ οἴκῳ Εφραιμ καὶ ἐθλίβησαν οἱ υἱοὶ Ισραηλ σφόδρα
AT greco 10,10 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον λέγοντες ἡμάρτομέν σοι ὅτι ἐγκατελίπομεν τὸν θεὸν ἡμῶν καὶ ἐλατρεύσαμεν ταῖς Βααλιμ
AT greco 10,11 καὶ εἶπεν κύριος πρὸς τοὺς υἱοὺς Ισραηλ οὐχὶ οἱ Αἰγύπτιοι καὶ οἱ Αμορραῖοι καὶ οἱ υἱοὶ Αμμων καὶ Μωαβ καὶ οἱ ἀλλόφυλοι
AT greco 10,12 καὶ Σιδώνιοι καὶ Μαδιαμ καὶ Αμαληκ ἐξέθλιψαν ὑμᾶς καὶ ἐκεκράξατε πρός με καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν
AT greco 10,13 καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐλατρεύσατε θεοῖς ἑτέροις διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς
AT greco 10,14 βαδίζετε καὶ βοᾶτε πρὸς τοὺς θεούς οὓς ἐξελέξασθε ἑαυτοῖς καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν
AT greco 10,15 καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ἡμάρτομεν ποίησον σὺ ἡμῖν κατὰ πάντα ὅσα ἂν ἀρέσκῃ ἐνώπιόν σου πλήν κύριε ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ
AT greco 10,16 καὶ μετέστησαν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐλάτρευσαν τῷ κυρίῳ καὶ οὐκ εὐηρέστησεν ἐν τῷ λαῷ καὶ ὠλιγοψύχησεν ἐν τῷ κόπῳ Ισραηλ
AT greco 10,17 καὶ ἀνέβησαν οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν Γαλααδ καὶ ἐξῆλθον οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν τῇ Μασσηφα
AT greco 10,18 καὶ εἶπον οἱ ἄρχοντες τοῦ λαοῦ Γαλααδ ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ἀνήρ ὃς ἄρξεται πολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων καὶ ἔσται εἰς κεφαλὴν πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ