Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21

Giudici A (Codice Alessandrino)

AT greco Torna al libro

CEI 2008 Vai al libro

AT greco 6 6,1 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἔναντι κυρίου καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Μαδιαμ ἔτη ἑπτά
CEI 2008 L'arca del Signore rimase nel territorio dei Filistei sette mesi.
6,1-7,1 Ritorno dell’arca
AT greco 6,2 καὶ κατίσχυσεν χεὶρ Μαδιαμ ἐπὶ Ισραηλ καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Μαδιαμ μάνδρας ἐν τοῖς ὄρεσιν καὶ τοῖς σπηλαίοις καὶ τοῖς ὀχυρώμασιν
CEI 2008 6,2 Poi i Filistei convocarono i sacerdoti e gli indovini e dissero: "Che dobbiamo fare dell'arca del Signore? Indicateci il modo di rimandarla alla sua sede".
6,2
AT greco 6,3 καὶ ἐγένετο ὅταν ἔσπειρεν ἀνὴρ Ισραηλ καὶ ἀνέβαινεν Μαδιαμ καὶ Αμαληκ καὶ οἱ υἱοὶ ἀνατολῶν καὶ ἀνέβαινον ἐπ’ αὐτόν
CEI 2008 6,3 Risposero: "Se intendete rimandare l'arca del Dio d'Israele, non rimandatela vuota, ma pagatele un tributo di riparazione per la colpa. Allora guarirete e vi sarà noto perché non si è ritirata da voi la sua mano".
6,3
AT greco 6,4 καὶ παρενέβαλλον ἐπ’ αὐτοὺς καὶ διέφθειραν τὰ ἐκφόρια τῆς γῆς ἕως τοῦ ἐλθεῖν εἰς Γάζαν καὶ οὐχ ὑπελείποντο ὑπόστασιν ζωῆς ἐν Ισραηλ καὶ ποίμνιον καὶ μόσχον καὶ ὄνον
CEI 2008 6,4 Chiesero: "Quale riparazione dobbiamo darle?". Risposero: "Secondo il numero dei prìncipi dei Filistei, cinque bubboni d'oro e cinque topi d'oro, perché unico è stato il flagello per tutti voi e per i vostri prìncipi.
6,4
AT greco 6,5 ὅτι αὐτοὶ καὶ τὰ κτήνη αὐτῶν ἀνέβαινον καὶ τὰς σκηνὰς αὐτῶν παρέφερον καὶ παρεγίνοντο ὡς ἀκρὶς εἰς πλῆθος καὶ αὐτοῖς καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός καὶ παρεγίνοντο ἐν τῇ γῇ Ισραηλ τοῦ διαφθείρειν αὐτήν
CEI 2008 6,5 Fate dunque figure dei vostri bubboni e figure dei vostri topi, che infestano la terra, e date gloria al Dio d'Israele. Forse renderà più leggera la sua mano su di voi, sul vostro dio e sul vostro territorio.
6,5
AT greco 6,6 καὶ ἐπτώχευσεν Ισραηλ σφόδρα ἀπὸ προσώπου Μαδιαμ καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον
CEI 2008 6,6 Perché ostinarvi come si sono ostinati gli Egiziani e il faraone? Non li hanno forse lasciati andare, dopo che egli infierì su di loro?
6,6
AT greco 6,7 καὶ ἐγένετο ἐπεὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον διὰ Μαδιαμ
CEI 2008 6,7 Dunque fate un carro nuovo, poi prendete due mucche che allattano sulle quali non sia mai stato posto il giogo, e attaccate queste mucche al carro, togliendo loro i vitelli e riconducendoli alla stalla.
6,7
AT greco 6,8 καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ εἶπεν αὐτοῖς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐγώ εἰμι ὁ ἀναβιβάσας ὑμᾶς ἐξ Αἰγύπτου καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας
CEI 2008 6,8 Quindi prendete l'arca del Signore, collocatela sul carro e ponete gli oggetti d'oro che dovete darle in tributo di riparazione, in una cesta al suo fianco. Poi fatela partire e lasciate che se ne vada.
6,8
AT greco 6,9 καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν
CEI 2008 E state a vedere: se salirà a Bet-Semes, per la via che porta al suo territorio, è lui che ci ha provocato tutti questi mali così grandi; se no, sapremo che non ci ha colpiti la sua mano, ma per caso ci è capitato questo".
6,9 Bet-Semes: “casa del sole”,24 chilometri a ovest di Gerusalemme. La città, edificata sul confine settentrionale della tribù di Giuda in direzione di Dan (Gs 15,10), dominava una delle strade di transito che collegavano gli altipiani con le pianure costiere.
AT greco 6,10 καὶ εἶπα ὑμῖν ἐγὼ κύριος ὁ θεὸς ὑμῶν οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Αμορραίου ἐν οἷς ὑμεῖς ἐνοικεῖτε ἐν τῇ γῇ αὐτῶν καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου
CEI 2008 6,10 Quegli uomini fecero in tal modo. Presero due mucche che allattano, le attaccarono al carro e chiusero nella stalla i loro vitelli.
6,10
AT greco 6,11 καὶ ἦλθεν ἄγγελος κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν δρῦν τὴν οὖσαν ἐν Εφραθα τὴν τοῦ Ιωας πατρὸς Αβιεζρι καὶ Γεδεων ὁ υἱὸς αὐτοῦ ἐρράβδιζεν πυροὺς ἐν ληνῷ τοῦ ἐκφυγεῖν ἐκ προσώπου Μαδιαμ
CEI 2008 6,11 Quindi collocarono l'arca del Signore, sul carro, con la cesta e i topi d'oro e le figure delle escrescenze.
6,11
AT greco 6,12 καὶ ὤφθη αὐτῷ ἄγγελος κυρίου καὶ εἶπεν πρὸς αὐτόν κύριος μετὰ σοῦ δυνατὸς τῇ ἰσχύι
CEI 2008 6,12 Le mucche andarono diritte per la strada di Bet-Semes, percorrendo sicure una sola via e muggendo, ma non piegarono né a destra né a sinistra. I prìncipi dei Filistei le seguirono sino al confine con Bet-Semes.
6,12
AT greco 6,13 καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων ἐν ἐμοί κύριε καὶ εἰ ἔστιν κύριος μεθ’ ἡμῶν ἵνα τί εὗρεν ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ποῦ ἐστιν πάντα τὰ θαυμάσια αὐτοῦ ὅσα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς κύριος καὶ νῦν ἀπώσατο ἡμᾶς καὶ παρέδωκεν ἡμᾶς ἐν χειρὶ Μαδιαμ
CEI 2008 6,13 Gli abitanti di Bet-Semes stavano facendo la mietitura del grano nella pianura. Alzando gli occhi, scorsero l'arca ed esultarono a quella vista.
6,13
AT greco 6,14 καὶ ἐπέβλεψεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου καὶ εἶπεν αὐτῷ πορεύου ἐν τῇ ἰσχύι σου καὶ σώσεις τὸν Ισραηλ καὶ ἰδοὺ ἐξαπέστειλά σε
CEI 2008 6,14 Il carro giunse al campo di Giosuè di Bet-Semes e si fermò là dove era una grossa pietra. Allora fecero a pezzi i legni del carro e offrirono le mucche in olocausto al Signore.
6,14
AT greco 6,15 καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων ἐν ἐμοί κύριε ἐν τίνι σώσω τὸν Ισραηλ ἰδοὺ ἡ χιλιάς μου ταπεινοτέρα ἐν Μανασση καὶ ἐγώ εἰμι μικρὸς ἐν τῷ οἴκῳ τοῦ πατρός μου
CEI 2008 6,15 I leviti avevano deposto l'arca del Signore e la cesta che vi era appesa, nella quale stavano gli oggetti d'oro, e l'avevano collocata sulla grossa pietra. In quel giorno gli uomini di Bet-Semes offrirono olocausti e fecero sacrifici al Signore.
6,15
AT greco 6,16 καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου κύριος ἔσται μετὰ σοῦ καὶ πατάξεις τὴν Μαδιαμ ὡσεὶ ἄνδρα ἕνα
CEI 2008 6,16 I cinque prìncipi dei Filistei stettero ad osservare, poi tornarono il giorno stesso a Ekron.
6,16
AT greco 6,17 καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων καὶ εἰ εὗρον χάριν ἐν ὀφθαλμοῖς σου καὶ ποιήσεις μοι σημεῖον ὅτι σὺ λαλεῖς μετ’ ἐμοῦ
CEI 2008 6,17 Sono queste le escrescenze che i Filistei diedero in tributo di riparazione al Signore: una per Asdod, una per Gaza, una per Àscalon, una per Gat, una per Ekron.
6,17
AT greco 6,18 μὴ κινηθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σέ καὶ οἴσω τὴν θυσίαν μου καὶ θήσω ἐνώπιόν σου καὶ εἶπεν ἐγώ εἰμι καθήσομαι ἕως τοῦ ἐπιστρέψαι σε
CEI 2008 6,18 Invece i topi d'oro erano pari al numero delle città filistee appartenenti ai cinque prìncipi, dalle fortezze sino ai villaggi di campagna. Ne è testimonianza fino ad oggi nel campo di Giosuè di Bet-Semes la grossa pietra sulla quale avevano posto l'arca del Signore.
6,18
AT greco 6,19 καὶ Γεδεων εἰσῆλθεν καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οιφι ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἐπέθηκεν ἐπὶ τὸ κανοῦν καὶ τὸν ζωμὸν ἐνέχεεν εἰς χύτραν καὶ ἐξήνεγκεν πρὸς αὐτὸν ὑπὸ τὴν δρῦν καὶ προσεκύνησεν
CEI 2008 6,19 Ma il Signore colpì gli uomini di Bet-Semes, perché avevano guardato nell'arca del Signore; colpì nel popolo settanta persone su cinquantamila e il popolo fu in lutto, perché il Signore aveva inflitto alla loro gente questo grave colpo.
6,19
AT greco 6,20 καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου λαβὲ τὰ κρέα καὶ τοὺς ἄρτους τοὺς ἀζύμους καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἔκχεον καὶ ἐποίησεν οὕτως
CEI 2008 6,20 Gli uomini di Bet-Semes allora esclamarono: "Chi mai potrà stare al cospetto del Signore, questo Dio così santo? La manderemo via da noi; ma da chi?".
6,20
AT greco 6,21 καὶ ἐξέτεινεν ὁ ἄγγελος κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ τῶν ἀζύμων καὶ ἀνήφθη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους καὶ ὁ ἄγγελος κυρίου ἀπῆλθεν ἐξ ὀφθαλμῶν αὐτοῦ
CEI 2008 6,21 Perciò inviarono messaggeri agli abitanti di Kiriat-Iearìm a dire: "I Filistei hanno restituito l'arca del Signore. Scendete e portatela presso di voi".


6,21
AT greco 6,22 καὶ εἶδεν Γεδεων ὅτι ἄγγελος κυρίου ἐστίν καὶ εἶπεν Γεδεων ἆ ἆ κύριε κύριε ὅτι εἶδον τὸν ἄγγελον κυρίου πρόσωπον πρὸς πρόσωπον
AT greco 6,23 καὶ εἶπεν αὐτῷ κύριος εἰρήνη σοι μὴ φοβοῦ μὴ ἀποθάνῃς
AT greco 6,24 καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεων θυσιαστήριον τῷ κυρίῳ καὶ ἐκάλεσεν αὐτὸ Εἰρήνη κυρίου ἕως τῆς ἡμέρας ταύτης ἔτι αὐτοῦ ὄντος ἐν Εφραθα πατρὸς τοῦ Εζρι
AT greco 6,25 καὶ ἐγενήθη τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ κύριος λαβὲ τὸν μόσχον τὸν σιτευτὸν τοῦ πατρός σου μόσχον τὸν ἑπταετῆ καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βααλ ὅ ἐστιν τοῦ πατρός σου καὶ τὸ ἄλσος τὸ ἐπ’ αὐτῷ ἐκκόψεις
AT greco 6,26 καὶ οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου τῷ ὀφθέντι σοι ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους Μαωζ τούτου ἐν τῇ παρατάξει καὶ λήμψῃ τὸν μόσχον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοῖς ξύλοις τοῦ ἄλσους οὗ ἐκκόψεις
AT greco 6,27 καὶ ἔλαβεν Γεδεων τρεῖς καὶ δέκα ἄνδρας ἀπὸ τῶν δούλων αὐτοῦ καὶ ἐποίησεν καθὰ ἐλάλησεν πρὸς αὐτὸν κύριος καὶ ἐγένετο ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως μὴ ποιῆσαι ἡμέρας καὶ ἐποίησεν νυκτός
AT greco 6,28 καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τὸ πρωί καὶ ἰδοὺ κατεσκαμμένον τὸ θυσιαστήριον τοῦ Βααλ καὶ τὸ ἄλσος τὸ ἐπ’ αὐτῷ ἐκκεκομμένον καὶ ὁ μόσχος ὁ σιτευτὸς ἀνηνεγμένος εἰς ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον
AT greco 6,29 καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ἐποίησεν τὸ πρᾶγμα τοῦτο καὶ ἀνήταζον καὶ ἐξεζήτουν καὶ εἶπαν Γεδεων ὁ υἱὸς Ιωας ἐποίησεν τὸ πρᾶγμα τοῦτο
AT greco 6,30 καὶ εἶπαν οἱ ἄνδρες τῆς πόλεως πρὸς Ιωας ἐξάγαγε τὸν υἱόν σου καὶ ἀποθανέτω ὅτι κατέσκαψεν τὸ θυσιαστήριον τοῦ Βααλ καὶ ὅτι ἔκοψεν τὸ ἄλσος τὸ ἐπ’ αὐτῷ
AT greco 6,31 καὶ εἶπεν Ιωας πρὸς τοὺς ἄνδρας τοὺς ἑσταμένους ἐπ’ αὐτόν μὴ ὑμεῖς νῦν δικάζεσθε περὶ τοῦ Βααλ ἢ ὑμεῖς σῴζετε αὐτόν ὃς ἀντεδίκησεν αὐτόν ἀποθανεῖται ἕως πρωί εἰ ἔστιν θεός αὐτὸς ἐκδικήσει αὐτόν ὅτι κατέσκαψεν τὸ θυσιαστήριον αὐτοῦ
AT greco 6,32 καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Δικαστήριον τοῦ Βααλ ὅτι κατέσκαψεν τὸ θυσιαστήριον αὐτοῦ
AT greco 6,33 καὶ πᾶσα Μαδιαμ καὶ Αμαληκ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ διέβησαν καὶ παρενέβαλον ἐν τῇ κοιλάδι Ιεζραελ
AT greco 6,34 καὶ πνεῦμα θεοῦ ἐνέδυσεν τὸν Γεδεων καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ ἐβόησεν Αβιεζερ ὀπίσω αὐτοῦ
AT greco 6,35 καὶ ἀγγέλους ἐξαπέστειλεν ἐν παντὶ Μανασση καὶ ἐβόησεν καὶ αὐτὸς ὀπίσω αὐτοῦ καὶ ἐξαπέστειλεν ἀγγέλους ἐν Ασηρ καὶ ἐν Ζαβουλων καὶ ἐν Νεφθαλι καὶ ἀνέβησαν εἰς συνάντησιν αὐτοῦ
AT greco 6,36 καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν εἰ σῴζεις ἐν τῇ χειρί μου τὸν Ισραηλ ὃν τρόπον ἐλάλησας
AT greco 6,37 ἰδοὺ ἐγὼ ἀπερείδομαι τὸν πόκον τῶν ἐρίων ἐν τῷ ἅλωνι καὶ ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία καὶ γνώσομαι ὅτι σῴζεις ἐν τῇ χειρί μου τὸν Ισραηλ ὃν τρόπον ἐλάλησας
AT greco 6,38 καὶ ἐγένετο οὕτως καὶ ὤρθρισεν Γεδεων τῇ ἐπαύριον καὶ ἀπεπίασεν τὸν πόκον καὶ ἀπερρύη ἡ δρόσος ἐκ τοῦ πόκου πλήρης λεκάνη ὕδατος
AT greco 6,39 καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν μὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί καὶ λαλήσω ἔτι ἅπαξ καὶ πειράσω ἔτι ἅπαξ ἐν τῷ πόκῳ καὶ γενηθήτω ξηρασία ἐπὶ τὸν πόκον μόνον ἐπὶ δὲ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος
AT greco 6,40 καὶ ἐποίησεν ὁ θεὸς οὕτως ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον ἐπὶ δὲ πᾶσαν τὴν γῆν ἐγένετο δρόσος