Giudici A (Codice Alessandrino)
AT greco Torna al libro
CEI 2008 Vai al libro
AT greco 8
8,1
καὶ εἶπεν πρὸς αὐτὸν ἀνὴρ Εφραιμ τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς ὅτε ἐξεπορεύου πολεμῆσαι ἐν τῇ Μαδιαμ καὶ ἐκρίνοντο μετ’ αὐτοῦ κραταιῶς
CEI 2008
Quando Samuele fu vecchio, stabilì giudici d'Israele i suoi figli.
AT greco
8,3
ἐν χειρὶ ὑμῶν παρέδωκεν κύριος τοὺς ἄρχοντας Μαδιαμ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ τί ἠδυνάσθην ποιῆσαι καθὼς ὑμεῖς καὶ κατέπαυσαν τότε ἀνῆκε τὸ πνεῦμα αὐτῶν ἀπ’ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον
AT greco
8,5
καὶ εἶπεν τοῖς ἀνδράσιν Σοκχωθ δότε δὴ ἄρτους τῷ λαῷ τῷ μετ’ ἐμοῦ ὅτι πεινῶσιν ἐγὼ δὲ διώκω ὀπίσω Ζεβεε καὶ Σαλμανα βασιλέων Μαδιαμ
AT greco
8,7
καὶ εἶπεν Γεδεων οὐχ οὕτως ἐν τῷ δοῦναι κύριον τὸν Ζεβεε καὶ Σαλμανα ἐν τῇ χειρί μου καὶ καταξανῶ τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς βαρκοννιμ
AT greco
8,8
καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουηλ καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ ταῦτα καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουηλ ὃν τρόπον ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Σοκχωθ
AT greco
8,10
καὶ Ζεβεε καὶ Σαλμανα ἐν Καρκαρ καὶ ἡ παρεμβολὴ αὐτῶν μετ’ αὐτῶν ὡσεὶ πεντεκαίδεκα χιλιάδες οἱ καταλειφθέντες ἐν πάσῃ παρεμβολῇ υἱῶν ἀνατολῶν καὶ οἱ πεπτωκότες ἦσαν ἑκατὸν καὶ εἴκοσι χιλιάδες ἀνδρῶν ἐσπασμένων ῥομφαίαν
AT greco
8,11
καὶ ἀνέβη Γεδεων ὁδὸν κατοικούντων ἐν σκηναῖς ἀνατολῶν τῆς Ναβεθ ἐξ ἐναντίας Ζεβεε καὶ ἐπάταξεν τὴν παρεμβολήν ἡ δὲ παρεμβολὴ ἦν πεποιθυῖα
AT greco
8,12
καὶ ἔφυγεν Ζεβεε καὶ Σαλμανα καὶ ἐδίωξεν ὀπίσω αὐτῶν καὶ ἐκράτησεν τοὺς δύο βασιλεῖς Μαδιαμ τὸν Ζεβεε καὶ τὸν Σαλμανα καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτῶν ἐξέτριψεν
AT greco
8,14
καὶ συνέλαβον παιδάριον ἐκ τῶν ἀνδρῶν Σοκχωθ καὶ ἐπηρώτησεν αὐτόν καὶ ἀπεγράψατο πρὸς αὐτοὺς τοὺς ἄρχοντας Σοκχωθ καὶ τοὺς πρεσβυτέρους αὐτῆς ἑβδομήκοντα ἑπτὰ ἄνδρας
AT greco
8,15
καὶ παρεγένετο Γεδεων πρὸς τοὺς ἄρχοντας Σοκχωθ καὶ εἶπεν αὐτοῖς ἰδοὺ Ζεβεε καὶ Σαλμανα δι’ οὓς ὠνειδίσατέ με λέγοντες μὴ χεὶρ Ζεβεε καὶ Σαλμανα νῦν ἐν τῇ χειρί σου ὅτι δώσομεν τοῖς ἀνδράσιν σου τοῖς ἐκλελυμένοις ἄρτους
AT greco
8,16
καὶ ἔλαβεν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως καὶ κατέξανεν αὐτοὺς ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς βαρακηνιμ καὶ κατέξανεν ἐν αὐτοῖς ἄνδρας Σοκχωθ
AT greco
8,20
καὶ εἶπεν τῷ Ιεθερ τῷ πρωτοτόκῳ αὐτοῦ ἀναστὰς ἀπόκτεινον αὐτούς καὶ οὐκ ἔσπασεν τὸ παιδάριον αὐτοῦ τὴν μάχαιραν αὐτοῦ ὅτι ἐφοβήθη ὅτι ἦν νεώτερος
AT greco
8,21
καὶ εἶπεν Ζεβεε καὶ Σαλμανα ἀνάστα δὴ σὺ καὶ ἀπάντησον ἡμῖν ὅτι ὡς ἀνὴρ ἡ δύναμις αὐτοῦ καὶ ἀνέστη Γεδεων καὶ ἀνεῖλεν τὸν Ζεβεε καὶ τὸν Σαλμανα καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν