Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21

Giudici A (Codice Alessandrino)

AT greco Torna al libro

NT greco Vai al libro

AT greco 9 9,1 καὶ ἐπορεύθη Αβιμελεχ υἱὸς Ιεροβααλ εἰς Σικιμα πρὸς τοὺς ἀδελφοὺς τῆς μητρὸς αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν τὴν συγγένειαν τοῦ οἴκου τῆς μητρὸς αὐτοῦ λέγων
AT greco 9,2 λαλήσατε δὴ ἐν ὠσὶν τῶν ἀνδρῶν Σικιμων ποῖον βέλτιόν ἐστιν τὸ ἄρχειν ὑμῶν ἑβδομήκοντα ἄνδρας πάντας υἱοὺς Ιεροβααλ ἢ κυριεύειν ὑμῶν ἄνδρα ἕνα καὶ μνήσθητε ὅτι σὰρξ ὑμῶν καὶ ὀστοῦν ὑμῶν ἐγώ εἰμι
AT greco 9,3 καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν Σικιμων πάντας τοὺς λόγους τούτους καὶ ἔκλινεν καρδία αὐτῶν ὀπίσω Αβιμελεχ ὅτι εἶπαν ἀδελφὸς ἡμῶν ἐστιν
AT greco 9,4 καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐκ τοῦ οἴκου Βααλ διαθήκης καὶ ἐμισθώσατο ἐν αὐτοῖς Αβιμελεχ ἄνδρας κενοὺς καὶ θαμβουμένους καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ
AT greco 9,5 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Εφραθα καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς Ιεροβααλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ ἀπελείφθη Ιωαθαμ υἱὸς Ιεροβααλ ὁ νεώτερος ὅτι ἐκρύβη
AT greco 9,6 καὶ συνήχθησαν πάντες οἱ ἄνδρες Σικιμων καὶ πᾶς ὁ οἶκος Μααλλων καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Αβιμελεχ εἰς βασιλέα πρὸς τῇ βαλάνῳ τῆς στάσεως ἐν Σικιμοις
AT greco 9,7 καὶ ἀνήγγειλαν τῷ Ιωαθαμ καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους Γαριζιν καὶ ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἐκάλεσεν καὶ εἶπεν αὐτοῖς ἀκούσατέ μου ἄνδρες Σικιμων καὶ ἀκούσαι ὑμῶν ὁ θεός
AT greco 9,8 πορευόμενα ἐπορεύθησαν τὰ ξύλα τοῦ χρῖσαι ἑαυτοῖς βασιλέα καὶ εἶπον τῇ ἐλαίᾳ βασίλευσον ἐφ’ ἡμῶν
AT greco 9,9 καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία ἀφεῖσα τὴν πιότητά μου ἣν ἐν ἐμοὶ ἐδόξασεν ὁ θεὸς καὶ ἄνθρωποι πορευθῶ ἄρχειν τῶν ξύλων
AT greco 9,10 καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ δεῦρο βασίλευσον ἐφ’ ἡμῶν
AT greco 9,11 καὶ εἶπεν αὐτοῖς ἡ συκῆ ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γένημά μου τὸ ἀγαθὸν πορευθῶ ἄρχειν ἐπὶ ξύλων
AT greco 9,12 καὶ εἶπαν τὰ ξύλα τῇ ἀμπέλῳ δεῦρο βασίλευσον ἐφ’ ἡμῶν
AT greco 9,13 καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος ἀφεῖσα τὸν οἶνόν μου τὴν εὐφροσύνην τὴν παρὰ τοῦ θεοῦ τῶν ἀνθρώπων πορευθῶ ἄρχειν ξύλων
AT greco 9,14 καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον δεῦρο σὺ βασίλευσον ἐφ’ ἡμῶν
AT greco 9,15 καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ’ ὑμῶν δεῦτε πεποίθατε ἐν τῇ σκέπῃ μου καὶ εἰ μή ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου
AT greco 9,16 καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ ἐν τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ καὶ εἰ καλῶς ἐποιήσατε μετὰ Ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ καὶ εἰ κατὰ τὸ ἀνταπόδομα τῆς χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ
AT greco 9,17 ὡς ἐπολέμησεν ὁ πατήρ μου ὑπὲρ ὑμῶν καὶ ἔρριψεν τὴν ψυχὴν αὐτοῦ ἐξ ἐναντίας καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς Μαδιαμ
AT greco 9,18 καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ υἱὸν τῆς παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικιμων ὅτι ἀδελφὸς ὑμῶν ἐστιν
AT greco 9,19 καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ιεροβααλ καὶ τοῦ οἴκου αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ εὐλογηθείητε ὑμεῖς καὶ εὐφρανθείητε ἐν Αβιμελεχ καὶ εὐφρανθείη καὶ αὐτὸς ἐν ὑμῖν
AT greco 9,20 καὶ εἰ μή ἐξέλθοι πῦρ ἐξ Αβιμελεχ καὶ καταφάγοι τοὺς ἄνδρας Σικιμων καὶ τὸν οἶκον Μααλλων καὶ εἰ μή ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικιμων καὶ ἐκ τοῦ οἴκου Μααλλων καὶ καταφάγοι τὸν Αβιμελεχ
AT greco 9,21 καὶ ἀπέδρα Ιωαθαμ καὶ ἐπορεύθη ἐν ὁδῷ καὶ ἔφυγεν εἰς Ραρα καὶ κατῴκησεν ἐκεῖ ἀπὸ προσώπου Αβιμελεχ τοῦ ἀδελφοῦ αὐτοῦ
AT greco 9,22 καὶ ἦρξεν Αβιμελεχ ἐπὶ Ισραηλ τρία ἔτη
AT greco 9,23 καὶ ἐξαπέστειλεν ὁ θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον Αβιμελεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικιμων καὶ ἠθέτησαν οἱ ἄνδρες Σικιμων ἐν τῷ οἴκῳ Αβιμελεχ
AT greco 9,24 τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν Ιεροβααλ καὶ τὸ αἷμα αὐτῶν ἐπιθεῖναι ἐπὶ Αβιμελεχ τὸν ἀδελφὸν αὐτῶν τὸν ἀποκτείναντα αὐτοὺς καὶ ἐπὶ τοὺς ἄνδρας Σικιμων τοὺς κατισχύσαντας τὰς χεῖρας αὐτοῦ ὥστε ἀποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ
AT greco 9,25 καὶ ἔθεντο αὐτῷ οἱ ἄνδρες Σικιμων ἔνεδρα ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων καὶ ἀνήρπαζον πάντας τοὺς διαπορευομένους ἐπ’ αὐτοὺς ἐν τῇ ὁδῷ καὶ ἀπηγγέλη τῷ Αβιμελεχ
AT greco 9,26 καὶ ἦλθεν Γααλ υἱὸς Αβεδ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς Σικιμα καὶ ἐπεποίθησαν ἐν αὐτῷ οἱ ἄνδρες Σικιμων
AT greco 9,27 καὶ ἦλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ κατεπάτουν καὶ ἐποίησαν χοροὺς καὶ εἰσῆλθον εἰς οἶκον θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηρῶντο τὸν Αβιμελεχ
AT greco 9,28 καὶ εἶπεν Γααλ υἱὸς Αβεδ τί ἐστιν Αβιμελεχ καὶ τίς ἐστιν ὁ υἱὸς Συχεμ ὅτι δουλεύσομεν αὐτῷ οὐχ οὗτος υἱὸς Ιεροβααλ καὶ Ζεβουλ ἐπίσκοπος αὐτοῦ δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν Εμμωρ πατρὸς Συχεμ καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς
AT greco 9,29 καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου καὶ μεταστήσω τὸν Αβιμελεχ καὶ ἐρῶ τῷ Αβιμελεχ πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε
AT greco 9,30 καὶ ἤκουσεν Ζεβουλ ὁ ἄρχων τῆς πόλεως τοὺς λόγους Γααλ υἱοῦ Αβεδ καὶ ἐθυμώθη ὀργῇ
AT greco 9,31 κα