Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23

2 Esdra (Esdra e Neemia)

AT greco Torna al libro

NT greco Vai al libro

AT greco 13 13,1 καὶ ἀνέστη Ελισουβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν αὐτοὶ ἡγίασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν ἕως πύργου Ανανεηλ
AT greco 13,2 καὶ ἐπὶ χεῖρας υἱῶν ἀνδρῶν Ιεριχω καὶ ἐπὶ χεῖρας υἱῶν Ζακχουρ υἱοῦ Αμαρι
AT greco 13,3 καὶ τὴν πύλην τὴν ἰχθυηρὰν ᾠκοδόμησαν υἱοὶ Ασανα αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς
AT greco 13,4 καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν ἀπὸ Ραμωθ υἱὸς Ουρια υἱοῦ Ακως καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν Μοσολλαμ υἱὸς Βαραχιου υἱοῦ Μασεζεβηλ καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν Σαδωκ υἱὸς Βαανα
AT greco 13,5 καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχοσαν οἱ Θεκωιν καὶ αδωρηεμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτῶν εἰς δουλείαν αὐτῶν
AT greco 13,6 καὶ τὴν πύλην τοῦ Ισανα ἐκράτησαν Ιοϊδα υἱὸς Φασεκ καὶ Μεσουλαμ υἱὸς Βασωδια αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς
AT greco 13,7
AT greco 13,8 καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ανανιας υἱὸς τοῦ Ρωκεϊμ καὶ κατέλιπον Ιερουσαλημ ἕως τοῦ τείχους τοῦ πλατέος
AT greco 13,9 καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ραφαια ἄρχων ἡμίσους περιχώρου Ιερουσαλημ
AT greco 13,10 καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ιεδαια υἱὸς Ερωμαφ καὶ κατέναντι οἰκίας αὐτοῦ καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ατους υἱὸς Ασβανια
AT greco 13,11 καὶ δεύτερος ἐκράτησεν Μελχιας υἱὸς Ηραμ καὶ Ασουβ υἱὸς Φααθμωαβ καὶ ἕως πύργου τῶν θαννουριμ
AT greco 13,12 καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Σαλουμ υἱὸς Αλλωης ἄρχων ἡμίσους περιχώρου Ιερουσαλημ αὐτὸς καὶ αἱ θυγατέρες αὐτοῦ
AT greco 13,13 τὴν πύλην τῆς φάραγγος ἐκράτησαν Ανουν καὶ οἱ κατοικοῦντες Ζανω αὐτοὶ ᾠκοδόμησαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς καὶ χιλίους πήχεις ἐν τῷ τείχει ἕως πύλης τῆς κοπρίας
AT greco 13,14 καὶ τὴν πύλην τῆς κοπρίας ἐκράτησεν Μελχια υἱὸς Ρηχαβ ἄρχων περιχώρου Βηθαχαρμ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἐσκέπασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς
AT greco 13,15 καὶ τὸ τεῖχος κολυμβήθρας τῶν κωδίων τῇ κουρᾷ τοῦ βασιλέως καὶ ἕως τῶν κλιμάκων τῶν καταβαινουσῶν ἀπὸ πόλεως Δαυιδ
AT greco 13,16 ὀπίσω αὐτοῦ ἐκράτησεν Νεεμιας υἱὸς Αζαβουχ ἄρχων ἡμίσους περιχώρου Βηθσουρ ἕως κήπου τάφου Δαυιδ καὶ ἕως τῆς κολυμβήθρας τῆς γεγονυίας καὶ ἕως Βηθαγγαβαριμ
AT greco 13,17 ὀπίσω αὐτοῦ ἐκράτησαν οἱ Λευῖται Ραουμ υἱὸς Βανι ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ασαβια ἄρχων ἡμίσους περιχώρου Κεϊλα τῷ περιχώρῳ αὐτοῦ
AT greco 13,18 μετ’ αὐτὸν ἐκράτησαν ἀδελφοὶ αὐτῶν Βενι υἱὸς Ηναδαδ ἄρχων ἡμίσους περιχώρου Κεϊλα
AT greco 13,19 καὶ ἐκράτησεν ἐπὶ χεῖρα αὐτοῦ Αζουρ υἱὸς Ἰησοῦ ἄρχων τοῦ Μασφε μέτρον δεύτερον πύργου ἀναβάσεως τῆς συναπτούσης τῆς γωνίας
AT greco 13,20 μετ’ αὐτὸν ἐκράτησεν Βαρουχ υἱὸς Ζαβου μέτρον δεύτερον ἀπὸ τῆς γωνίας ἕως θύρας Βηθελισουβ τοῦ ἱερέως τοῦ μεγάλου
AT greco 13,21 μετ’ αὐτὸν ἐκράτησεν Μεραμωθ υἱὸς Ουρια υἱοῦ Ακως μέτρον δεύτερον ἀπὸ θύρας Βηθελισουβ ἕως ἐκλείψεως Βηθελισουβ
AT greco 13,22 καὶ μετ’ αὐτὸν ἐκράτησαν οἱ ἱερεῖς ἄνδρες Αχεχαρ
AT greco 13,23 καὶ μετ’ αὐτὸν ἐκράτησεν Βενιαμιν καὶ Ασουβ κατέναντι οἴκου αὐτῶν μετ’ αὐτὸν ἐκράτησεν Αζαρια υἱὸς Μαασηα υἱοῦ Ανανια ἐχόμενα οἴκου αὐτοῦ
AT greco 13,24 μετ’ αὐτὸν ἐκράτησεν Βανι υἱὸς Ηναδαδ μέτρον δεύτερον ἀπὸ Βηθαζαρια ἕως τῆς γωνίας καὶ ἕως τῆς καμπῆς
AT greco 13,25 Φαλαλ υἱοῦ Ευζαι ἐξ ἐναντίας τῆς γωνίας καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ τοῦ οἴκου τοῦ βασιλέως ὁ ἀνώτερος ὁ τῆς αὐλῆς τῆς φυλακῆς καὶ μετ’ αὐτὸν Φαδαια υἱὸς Φορος
AT greco 13,26 καὶ οἱ ναθινιμ ἦσαν οἰκοῦντες ἐν τῷ Ωφαλ ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολάς καὶ ὁ πύργος ὁ ἐξέχων
AT greco 13,27 μετ’ αὐτὸν ἐκράτησαν οἱ Θεκωιν μέτρον δεύτερον ἐξ ἐναντίας τοῦ πύργου τοῦ μεγάλου τοῦ ἐξέχοντος καὶ ἕως τοῦ τείχους τοῦ Οφλα
AT greco 13,28 ἀνώτερον πύλης τῶν ἵππων ἐκράτησαν οἱ ἱερεῖς ἀνὴρ ἐξ ἐναντίας οἴκου αὐτοῦ
AT greco 13,29 μετ’ αὐτὸν ἐκράτησεν Σαδδουκ υἱὸς Εμμηρ ἐξ ἐναντίας οἴκου αὐτοῦ καὶ μετ’ αὐτὸν ἐκράτησεν Σαμαια υἱὸς Σεχενια φύλαξ τῆς πύλης τῆς ἀνατολῆς
AT greco 13,30 μετ’ αὐτὸν ἐκράτησεν Ανανια υἱὸς Σελεμια καὶ Ανουμ υἱὸς Σελεφ ὁ ἕκτος μέτρον δεύτερον μετ’ αὐτὸν ἐκράτησεν Μεσουλαμ υἱὸς Βαρχια ἐξ ἐναντίας γαζοφυλακίου αὐτοῦ
AT greco