Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23

2 Esdra (Esdra e Neemia)

AT greco Torna al libro

CEI 1974 Vai al libro

AT greco 20 20,1 καὶ ἐν πᾶσι τούτοις ἡμεῖς διατιθέμεθα πίστιν καὶ γράφομεν καὶ ἐπισφραγίζουσιν πάντες ἄρχοντες ἡμῶν Λευῖται ἡμῶν ἱερεῖς ἡμῶν
AT greco 20,2 καὶ ἐπὶ τῶν σφραγιζόντων Νεεμιας υἱὸς Αχαλια καὶ Σεδεκιας
AT greco 20,3 υἱὸς Σαραια καὶ Αζαρια καὶ Ιερμια
AT greco 20,4 Φασουρ Αμαρια Μελχια
AT greco 20,5 Ατους Σεβανι Μαλουχ
AT greco 20,6 Ιραμ Μεραμωθ Αβδια
AT greco 20,7 Δανιηλ Γαναθων Βαρουχ
AT greco 20,8 Μεσουλαμ Αβια Μιαμιν
AT greco 20,9 Μααζια Βελγαι Σαμαια οὗτοι ἱερεῖς
AT greco 20,10 καὶ οἱ Λευῖται Ἰησοῦς υἱὸς Αζανια Βαναιου ἀπὸ υἱῶν Ηναδαδ Καδμιηλ
AT greco 20,11 καὶ οἱ ἀδελφοὶ αὐτοῦ Σαβανια Ωδουια Καλιτα Φελεϊα Αναν
AT greco 20,12 Μιχα Ροωβ Εσεβιας
AT greco 20,13 Ζαχωρ Σαραβια Σεβανια
AT greco 20,14 Ωδουια υἱοὶ Βανουναι
AT greco 20,15 ἄρχοντες τοῦ λαοῦ Φορος Φααθμωαβ Ηλαμ Ζαθουια υἱοὶ
AT greco 20,16 Βανι Ασγαδ Βηβαι
AT greco 20,17 Εδανια Βαγοι Ηδιν
AT greco 20,18 Ατηρ Εζεκια Αζουρ
AT greco 20,19 Οδουια Ησαμ Βησι
AT greco 20,20 Αριφ Αναθωθ Νωβαι
AT greco 20,21 Μαγαφης Μεσουλαμ Ηζιρ
AT greco 20,22 Μεσωζεβηλ Σαδδουκ Ιεδδουα
AT greco 20,23 Φαλτια Αναν Αναια
AT greco 20,24 Ωσηε Ανανια Ασουβ
AT greco 20,25 Αλωης Φαλαϊ Σωβηκ
AT greco 20,26 Ραουμ Εσαβανα Μαασαια
AT greco 20,27 καὶ Αϊα Αιναν Ηναν
AT greco 20,28 Μαλουχ Ηραμ Βαανα
AT greco 20,29 καὶ οἱ κατάλοιποι τοῦ λαοῦ οἱ ἱερεῖς οἱ Λευῖται οἱ πυλωροί οἱ ᾄδοντες οἱ ναθινιμ καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ θεοῦ γυναῖκες αὐτῶν υἱοὶ αὐτῶν θυγατέρες αὐτῶν πᾶς ὁ εἰδὼς καὶ συνίων
AT greco 20,30 ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ θεοῦ ὃς ἐδόθη ἐν χειρὶ Μωυσῆ δούλου τοῦ θεοῦ καὶ φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς κυρίου ἡμῶν καὶ κρίματα αὐτοῦ
AT greco 20,31 καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τῆς γῆς καὶ τὰς θυγατέρας αὐτῶν οὐ λημψόμεθα τοῖς υἱοῖς ἡμῶν
AT greco 20,32 καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι οὐκ ἀγορῶμεν παρ’ αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγίᾳ καὶ ἀνήσομεν τὸ ἔτος τὸ ἕβδομον καὶ ἀπαίτησιν πάσης χειρός
AT greco 20,33 καὶ στήσομεν ἐφ’ ἡμᾶς ἐντολὰς δοῦναι ἐφ’ ἡμᾶς τρίτον τοῦ διδράχμου κατ’ ἐνιαυτὸν εἰς δουλείαν οἴκου θεοῦ ἡμῶν
AT greco 20,34 εἰς ἄρτους τοῦ προσώπου καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ τῶν σαββάτων τῶν νουμηνιῶν εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια καὶ τὰ περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ Ισραηλ καὶ εἰς ἔργα οἴκου θεοῦ ἡμῶν