Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Genesi

AT greco Torna al libro

NT greco Vai al libro

AT greco 40 40,1 ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα ἥμαρτεν ὁ ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου καὶ ὁ ἀρχισιτοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου
AT greco 40,2 καὶ ὠργίσθη Φαραω ἐπὶ τοῖς δυσὶν εὐνούχοις αὐτοῦ ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ
AT greco 40,3 καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ παρὰ τῷ δεσμοφύλακι εἰς τὸ δεσμωτήριον εἰς τὸν τόπον οὗ Ιωσηφ ἀπῆκτο ἐκεῖ
AT greco 40,4 καὶ συνέστησεν ὁ ἀρχιδεσμώτης τῷ Ιωσηφ αὐτούς καὶ παρέστη αὐτοῖς ἦσαν δὲ ἡμέρας ἐν τῇ φυλακῇ
AT greco 40,5 καὶ εἶδον ἀμφότεροι ἐνύπνιον ἑκάτερος ἐνύπνιον ἐν μιᾷ νυκτὶ ὅρασις τοῦ ἐνυπνίου αὐτοῦ ὁ ἀρχιοινοχόος καὶ ὁ ἀρχισιτοποιός οἳ ἦσαν τῷ βασιλεῖ Αἰγύπτου οἱ ὄντες ἐν τῷ δεσμωτηρίῳ
AT greco 40,6 εἰσῆλθεν δὲ πρὸς αὐτοὺς Ιωσηφ τὸ πρωὶ καὶ εἶδεν αὐτούς καὶ ἦσαν τεταραγμένοι
AT greco 40,7 καὶ ἠρώτα τοὺς εὐνούχους Φαραω οἳ ἦσαν μετ’ αὐτοῦ ἐν τῇ φυλακῇ παρὰ τῷ κυρίῳ αὐτοῦ λέγων τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον
AT greco 40,8 οἱ δὲ εἶπαν αὐτῷ ἐνύπνιον εἴδομεν καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό εἶπεν δὲ αὐτοῖς Ιωσηφ οὐχὶ διὰ τοῦ θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν διηγήσασθε οὖν μοι
AT greco 40,9 καὶ διηγήσατο ὁ ἀρχιοινοχόος τὸ ἐνύπνιον αὐτοῦ τῷ Ιωσηφ καὶ εἶπεν ἐν τῷ ὕπνῳ μου ἦν ἄμπελος ἐναντίον μου
AT greco 40,10 ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυθμένες καὶ αὐτὴ θάλλουσα ἀνενηνοχυῖα βλαστούς πέπειροι οἱ βότρυες σταφυλῆς
AT greco 40,11 καὶ τὸ ποτήριον Φαραω ἐν τῇ χειρί μου καὶ ἔλαβον τὴν σταφυλὴν καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ ποτήριον καὶ ἔδωκα τὸ ποτήριον εἰς τὰς χεῖρας Φαραω
AT greco 40,12 καὶ εἶπεν αὐτῷ Ιωσηφ τοῦτο ἡ σύγκρισις αὐτοῦ οἱ τρεῖς πυθμένες τρεῖς ἡμέραι εἰσίν
AT greco 40,13 ἔτι τρεῖς ἡμέραι καὶ μνησθήσεται Φαραω τῆς ἀρχῆς σου καὶ ἀποκαταστήσει σε ἐπὶ τὴν ἀρχιοινοχοΐαν σου καὶ δώσεις τὸ ποτήριον Φαραω εἰς τὴν χεῖρα αὐτοῦ κατὰ τὴν ἀρχήν σου τὴν προτέραν ὡς ἦσθα οἰνοχοῶν
AT greco 40,14 ἀλλὰ μνήσθητί μου διὰ σεαυτοῦ ὅταν εὖ σοι γένηται καὶ ποιήσεις ἐν ἐμοὶ ἔλεος καὶ μνησθήσῃ περὶ ἐμοῦ Φαραω καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου
AT greco 40,15 ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Εβραίων καὶ ὧδε οὐκ ἐποίησα οὐδέν ἀλλ’ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον
AT greco 40,16 καὶ εἶδεν ὁ ἀρχισιτοποιὸς ὅτι ὀρθῶς συνέκρινεν καὶ εἶπεν τῷ Ιωσηφ κἀγὼ εἶδον ἐνύπνιον καὶ ᾤμην τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου
AT greco 40,17