Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Profetici - Lettera di Geremia (Baruc 6) - 1

Lettera di Geremia (Baruc 6)

1 1διὰ τὰς ἁμαρτίας ἃς ἡμαρτήκατε ἐναντίον τοῦ θεοῦ ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονοσορ βασιλέως τῶν Βαβυλωνίων
2εἰσελθόντες οὖν εἰς Βαβυλῶνα ἔσεσθε ἐκεῖ ἔτη πλείονα καὶ χρόνον μακρὸν ἕως γενεῶν ἑπτά μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς ἐκεῖθεν μετ’ εἰρήνης
3νυνὶ δὲ ὄψεσθε ἐν Βαβυλῶνι θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους ἐπ’ ὤμοις αἰρομένους δεικνύντας φόβον τοῖς ἔθνεσιν
4εὐλαβήθητε οὖν μὴ καὶ ὑμεῖς ἀφομοιωθέντες τοῖς ἀλλοφύλοις ἀφομοιωθῆτε καὶ φόβος ὑμᾶς λάβῃ ἐπ’ αὐτοῖς
5ἰδόντας ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτῶν προσκυνοῦντας αὐτά εἴπατε δὲ τῇ διανοίᾳ σοὶ δεῖ προσκυνεῖν δέσποτα
6ὁ γὰρ ἄγγελός μου μεθ’ ὑμῶν ἐστιν αὐτός τε ἐκζητῶν τὰς ψυχὰς ὑμῶν
7γλῶσσα γὰρ αὐτῶν ἐστιν κατεξυσμένη ὑπὸ τέκτονος αὐτά τε περίχρυσα καὶ περιάργυρα ψευδῆ δ’ ἐστὶν καὶ οὐ δύνανται λαλεῖν
8καὶ ὥσπερ παρθένῳ φιλοκόσμῳ λαμβάνοντες χρυσίον κατασκευάζουσιν στεφάνους ἐπὶ τὰς κεφαλὰς τῶν θεῶν αὐτῶν
9ἔστι δὲ καὶ ὅτε ὑφαιρούμενοι οἱ ἱερεῖς ἀπὸ τῶν θεῶν αὐτῶν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς καταναλώσουσιν δώσουσιν δὲ ἀπ’ αὐτῶν καὶ ταῖς ἐπὶ τοῦ τέγους πόρναις
10κοσμοῦσί τε αὐτοὺς ὡς ἀνθρώπους τοῖς ἐνδύμασιν θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους οὗτοι δὲ οὐ διασῴζονται ἀπὸ ἰοῦ καὶ βρωμάτων
11περιβεβλημένων αὐτῶν ἱματισμὸν πορφυροῦν ἐκμάσσονται τὸ πρόσωπον αὐτῶν διὰ τὸν ἐκ τῆς οἰκίας κονιορτόν ὅς ἐστιν πλείων ἐπ’ αὐτοῖς
12καὶ σκῆπτρον ἔχει ὡς ἄνθρωπος κριτὴς χώρας ὃς τὸν εἰς αὐτὸν ἁμαρτάνοντα οὐκ ἀνελεῖ
13ἔχει δὲ ἐγχειρίδιον ἐν δεξιᾷ καὶ πέλεκυν ἑαυτὸν δὲ ἐκ πολέμου καὶ λῃστῶν οὐκ ἐξελεῖται
14ὅθεν γνώριμοί εἰσιν οὐκ ὄντες θεοί μὴ οὖν φοβηθῆτε αὐτούς
15ὥσπερ γὰρ σκεῦος ἀνθρώπου συντριβὲν ἀχρεῖον γίνεται τοιοῦτοι ὑπάρχουσιν οἱ θεοὶ αὐτῶν καθιδρυμένων αὐτῶν ἐν τοῖς οἴκοις
16οἱ ὀφθαλμοὶ αὐτῶν πλήρεις εἰσὶν κονιορτοῦ ἀπὸ τῶν ποδῶν τῶν εἰσπορευομένων
17καὶ ὥσπερ τινὶ ἠδικηκότι βασιλέα περιπεφραγμέναι εἰσὶν αἱ αὐλαὶ ὡς ἐπὶ θανάτῳ ἀπηγμένῳ τοὺς οἴκους αὐτῶν ὀχυροῦσιν οἱ ἱερεῖς θυρώμασίν τε καὶ κλείθροις καὶ μοχλοῖς ὅπως ὑπὸ τῶν λῃστῶν μὴ συληθῶσι
18λύχνους καίουσιν καὶ πλείους ἢ ἑαυτοῖς ὧν οὐδένα δύνανται ἰδεῖν
19ἔστιν μὲν ὥσπερ δοκὸς τῶν ἐκ τῆς οἰκίας τὰς δὲ καρδίας αὐτῶν φασιν ἐκλείχεσθαι τῶν ἀπὸ τῆς γῆς ἑρπετῶν κατεσθόντων αὐτούς τε καὶ τὸν ἱματισμὸν αὐτῶν οὐκ αἰσθάνονται
20μεμελανωμένοι τὸ πρόσωπον αὐτῶν ἀπὸ τοῦ καπνοῦ τοῦ ἐκ τῆς οἰκίας
21ἐπὶ τὸ σῶμα αὐτῶν καὶ ἐπὶ τὴν κεφαλὴν ἐφίπτανται νυκτερίδες χελιδόνες καὶ τὰ ὄρνεα ὡσαύτως δὲ καὶ οἱ αἴλουροι
22ὅθεν γνώσεσθε ὅτι οὔκ εἰσιν θεοί μὴ οὖν φοβεῖσθε αὐτά
23τὸ γὰρ χρυσίον ὃ περίκεινται εἰς κάλλος ἐὰν μή τις ἐκμάξῃ τὸν ἰόν οὐ μὴ στίλψωσιν οὐδὲ γάρ ὅτε ἐχωνεύοντο ᾐσθάνοντο
24ἐκ πάσης τιμῆς ἠγορασμένα ἐστίν ἐν οἷς οὐκ ἔστιν πνεῦμα
25ἄνευ ποδῶν ἐπ’ ὤμοις φέρονται ἐνδεικνύμενοι τὴν ἑαυτῶν ἀτιμίαν τοῖς ἀνθρώποις αἰσχύνονταί τε καὶ οἱ θεραπεύοντες αὐτὰ διὰ τό μήποτε ἐπὶ τὴν γῆν πέσῃ δι’ αὐτῶν ἀνίστασθαι
26μήτε ἐάν τις αὐτὸ ὀρθὸν στήσῃ δι’ ἑαυτοῦ κινηθήσεται μήτε ἐὰν κλιθῇ οὐ μὴ ὀρθωθῇ ἀλλ’ ὥσπερ νεκροῖς τὰ δῶρα αὐτοῖς παρατίθεται
27τὰς δὲ θυσίας αὐτῶν ἀποδόμενοι οἱ ἱερεῖς αὐτῶν καταχρῶνται ὡσαύτως δὲ καὶ αἱ γυναῖκες αὐτῶν ἀπ’ αὐτῶν ταριχεύουσαι οὔτε πτωχῷ οὔτε ἀδυνάτῳ μεταδιδόασιν τῶν θυσιῶν αὐτῶν ἀποκαθημένη καὶ λεχὼ ἅπτονται
28γνόντες οὖν ἀπὸ τούτων ὅτι οὔκ εἰσιν θεοί μὴ φοβηθῆτε αὐτούς
29πόθεν γὰρ κληθείησαν θεοί ὅτι γυναῖκες παρατιθέασιν θεοῖς ἀργυροῖς καὶ χρυσοῖς καὶ ξυλίνοις
30καὶ ἐν τοῖς οἴκοις αὐτῶν οἱ ἱερεῖς διφρεύουσιν ἔχοντες τοὺς χιτῶνας διερρωγότας καὶ τὰς κεφαλὰς καὶ τοὺς πώγωνας ἐξυρημένους ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν
31ὠρύονται δὲ βοῶντες ἐναντίον τῶν θεῶν αὐτῶν ὥσπερ τινὲς ἐν περιδείπνῳ νεκροῦ
32ἀπὸ τοῦ ἱματισμοῦ αὐτῶν ἀφελόμενοι οἱ ἱερεῖς ἐνδύουσιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ παιδία
33οὔτε ἐὰν κακὸν πάθωσιν ὑπό τινος οὔτε ἐὰν ἀγαθόν δυνήσονται ἀνταποδοῦναι οὔτε καταστῆσαι βασιλέα δύνανται οὔτε ἀφελέσθαι
34ὡσαύτως οὔτε πλοῦτον οὔτε χαλκὸν οὐ μὴ δύνωνται διδόναι ἐάν τις αὐτοῖς εὐχὴν εὐξάμενος μὴ ἀποδῷ οὐ μὴ ἐπιζητήσωσιν
35ἐκ θανάτου ἄνθρωπον οὐ μὴ ῥύσωνται οὔτε ἥττονα ἀπὸ ἰσχυροῦ οὐ μὴ ἐξέλωνται
36ἄνθρωπον τυφλὸν εἰς ὅρασιν οὐ μὴ περιστήσωσιν ἐν ἀνάγκῃ ἄνθρωπον ὄντα οὐ μὴ ἐξέλωνται
37χήραν οὐ μὴ ἐλεήσωσιν οὔτε ὀρφανὸν εὖ ποιήσουσιν
38τοῖς ἀπὸ τοῦ ὄρους λίθοις ὡμοιωμένοι εἰσὶν τὰ ξύλινα καὶ τὰ περίχρυσα καὶ τὰ περιάργυρα οἱ δὲ θεραπεύοντες αὐτὰ καταισχυνθήσονται
39πῶς οὖν νομιστέον ἢ κλητέον αὐτοὺς ὑπάρχειν θεούς
40ἔτι δὲ καὶ αὐτῶν τῶν Χαλδαίων ἀτιμαζόντων αὐτά οἵ ὅταν ἴδωσιν ἐνεὸν οὐ δυνάμενον λαλῆσαι προσενεγκάμενοι τὸν Βῆλον ἀξιοῦσιν φωνῆσαι ὡς δυνατοῦ ὄντος αὐτοῦ αἰσθέσθαι
41καὶ οὐ δύνανται αὐτοὶ νοήσαντες καταλιπεῖν αὐτά αἴσθησιν γὰρ οὐκ ἔχουσιν
42αἱ δὲ γυναῖκες περιθέμεναι σχοινία ἐν ταῖς ὁδοῖς ἐγκάθηνται θυμιῶσαι τὰ πίτυρα
43ὅταν δέ τις αὐτῶν ἐφελκυσθεῖσα ὑπό τινος τῶν παραπορευομένων κοιμηθῇ τὴν πλησίον ὀνειδίζει ὅτι οὐκ ἠξίωται ὥσπερ καὶ αὐτὴ οὔτε τὸ σχοινίον αὐτῆς διερράγη
44πάντα τὰ γινόμενα αὐτοῖς ἐστιν ψευδῆ πῶς οὖν νομιστέον ἢ κλητέον ὥστε θεοὺς αὐτοὺς ὑπάρχειν
45ὑπὸ τεκτόνων καὶ χρυσοχόων κατεσκευασμένα εἰσίν οὐθὲν ἄλλο μὴ γένωνται ἢ ὃ βούλονται οἱ τεχνῖται αὐτὰ γενέσθαι
46αὐτοί τε οἱ κατασκευάζοντες αὐτὰ οὐ μὴ γένωνται πολυχρόνιοι πῶς τε δὴ μέλλει τὰ ὑπ’ αὐτῶν κατασκευασθέντα εἶναι θεοί
47κατέλιπον γὰρ ψεύδη καὶ ὄνειδος τοῖς ἐπιγινομένοις
48ὅταν γὰρ ἐπέλθῃ ἐπ’ αὐτὰ πόλεμος καὶ κακά βουλεύονται πρὸς ἑαυτοὺς οἱ ἱερεῖς ποῦ συναποκρυβῶσι μετ’ αὐτῶν
49πῶς οὖν οὐκ ἔστιν αἰσθέσθαι ὅτι οὔκ εἰσιν θεοί οἳ οὔτε σῴζουσιν ἑαυτοὺς ἐκ πολέμου οὔτε ἐκ κακῶν
50ὑπάρχοντα γὰρ ξύλινα καὶ περίχρυσα καὶ περιάργυρα γνωσθήσεται μετὰ ταῦτα ὅτι ἐστὶν ψευδῆ τοῖς ἔθνεσι πᾶσι τοῖς τε βασιλεῦσι φανερὸν ἔσται ὅτι οὔκ εἰσι θεοὶ ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων καὶ οὐδὲν θεοῦ ἔργον ἐν αὐτοῖς ἐστιν
51τίνι οὖν γνωστέον ἐστὶν ὅτι οὔκ εἰσιν θεοί
52βασιλέα γὰρ χώρας οὐ μὴ ἀναστήσωσιν οὔτε ὑετὸν ἀνθρώποις οὐ μὴ δῶσιν
53κρίσιν τε οὐ μὴ διακρίνωσιν αὐτῶν οὐδὲ μὴ ῥύσωνται ἀδικούμενον ἀδύνατοι ὄντες ὥσπερ γὰρ κορῶναι ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς
54καὶ γὰρ ὅταν ἐμπέσῃ εἰς οἰκίαν θεῶν ξυλίνων ἢ περιχρύσων ἢ περιαργύρων πῦρ οἱ μὲν ἱερεῖς αὐτῶν φεύξονται καὶ διασωθήσονται αὐτοὶ δὲ ὥσπερ δοκοὶ μέσοι κατακαυθήσονται
55βασιλεῖ δὲ καὶ πολεμίοις οὐ μὴ ἀντιστῶσιν
56πῶς οὖν ἐκδεκτέον ἢ νομιστέον ὅτι εἰσὶν θεοί
57οὔτε ἀπὸ κλεπτῶν οὔτε ἀπὸ λῃστῶν οὐ μὴ διασωθῶσιν θεοὶ ξύλινοι καὶ περιάργυροι καὶ περίχρυσοι ὧν οἱ ἰσχύοντες περιελοῦνται τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν ἱματισμὸν τὸν περικείμενον αὐτοῖς ἀπελεύσονται ἔχοντες οὔτε ἑαυτοῖς οὐ μὴ βοηθήσωσιν
58ὥστε κρεῖσσον εἶναι βασιλέα ἐπιδεικνύμενον τὴν ἑαυτοῦ ἀνδρείαν ἢ σκεῦος ἐν οἰκίᾳ χρήσιμον ἐφ’ ᾧ χρήσεται ὁ κεκτημένος ἢ οἱ ψευδεῖς θεοί ἢ καὶ θύρα ἐν οἰκίᾳ διασῴζουσα τὰ ἐν αὐτῇ ὄντα ἢ οἱ ψευδεῖς θεοί καὶ ξύλινος στῦλος ἐν βασιλείοις ἢ οἱ ψευδεῖς θεοί
59ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ ἄστρα ὄντα λαμπρὰ καὶ ἀποστελλόμενα ἐπὶ χρείας εὐήκοά εἰσιν
60ὡσαύτως καὶ ἀστραπή ὅταν ἐπιφανῇ εὔοπτός ἐστιν τὸ δ’ αὐτὸ καὶ πνεῦμα ἐν πάσῃ χώρᾳ πνεῖ
61καὶ νεφέλαις ὅταν ἐπιταγῇ ὑπὸ τοῦ θεοῦ ἐπιπορεύεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην συντελοῦσι τὸ ταχθέν τό τε πῦρ ἐξαποσταλὲν ἄνωθεν ἐξαναλῶσαι ὄρη καὶ δρυμοὺς ποιεῖ τὸ συνταχθέν
62ταῦτα δὲ οὔτε ταῖς ἰδέαις οὔτε ταῖς δυνάμεσιν αὐτῶν ἀφωμοιωμένα ἐστίν
63ὅθεν οὔτε νομιστέον οὔτε κλητέον ὑπάρχειν αὐτοὺς θεούς οὐ δυνατῶν ὄντων αὐτῶν οὔτε κρίσιν κρῖναι οὔτε εὖ ποιεῖν ἀνθρώποις
64γνόντες οὖν ὅτι οὔκ εἰσιν θεοί μὴ φοβηθῆτε αὐτούς
65οὔτε γὰρ βασιλεῦσιν οὐ μὴ καταράσωνται οὔτε μὴ εὐλογήσωσι
66σημεῖά τε ἐν ἔθνεσιν ἐν οὐρανῷ οὐ μὴ δείξωσιν οὐδὲ ὡς ὁ ἥλιος λάμψουσιν οὐδὲ φωτίσουσιν ὡς σελήνη
67τὰ θηρία ἐστὶν κρείττω αὐτῶν ἃ δύνανται ἐκφυγόντα εἰς σκέπην ἑαυτὰ ὠφελῆσαι
68κατ’ οὐδένα οὖν τρόπον ἐστὶν ἡμῖν φανερὸν ὅτι εἰσὶν θεοί διὸ μὴ φοβηθῆτε αὐτούς
69ὥσπερ γὰρ ἐν σικυηράτῳ προβασκάνιον οὐδὲν φυλάσσον οὕτως οἱ θεοὶ αὐτῶν εἰσιν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι
70τὸν αὐτὸν τρόπον καὶ τῇ ἐν κήπῳ ῥάμνῳ ἐφ’ ἧς πᾶν ὄρνεον ἐπικάθηται ὡσαύτως δὲ καὶ νεκρῷ ἐρριμμένῳ ἐν σκότει ἀφωμοίωνται οἱ θεοὶ αὐτῶν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι
71ἀπό τε τῆς πορφύρας καὶ τῆς μαρμάρου τῆς ἐπ’ αὐτοῖς σηπομένης γνώσεσθε ὅτι οὔκ εἰσιν θεοί αὐτά τε ἐξ ὑστέρου βρωθήσονται καὶ ἔσται ὄνειδος ἐν τῇ χώρᾳ
72κρείσσων οὖν ἄνθρωπος δίκαιος οὐκ ἔχων εἴδωλα ἔσται γὰρ μακρὰν ἀπὸ ὀνειδισμοῦ