Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24

Giosuè B (Codice Vaticano)

AT greco Torna al libro

NT greco Vai al libro

AT greco 21 21,1 καὶ προσήλθοσαν οἱ ἀρχιπατριῶται τῶν υἱῶν Λευι πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ναυη καὶ πρὸς τοὺς ἀρχιφύλους πατριῶν ἐκ τῶν φυλῶν Ισραηλ
AT greco 21,2 καὶ εἶπον πρὸς αὐτοὺς ἐν Σηλω ἐν γῇ Χανααν λέγοντες ἐνετείλατο κύριος ἐν χειρὶ Μωυσῆ δοῦναι ἡμῖν πόλεις κατοικεῖν καὶ τὰ περισπόρια τοῖς κτήνεσιν ἡμῶν
AT greco 21,3 καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοῖς Λευίταις ἐν τῷ κατακληρονομεῖν διὰ προστάγματος κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν
AT greco 21,4 καὶ ἐξῆλθεν ὁ κλῆρος τῷ δήμῳ Κααθ καὶ ἐγένετο τοῖς υἱοῖς Ααρων τοῖς ἱερεῦσιν τοῖς Λευίταις ἀπὸ φυλῆς Ιουδα καὶ ἀπὸ φυλῆς Συμεων καὶ ἀπὸ φυλῆς Βενιαμιν κληρωτὶ πόλεις δέκα τρεῖς
AT greco 21,5 καὶ τοῖς υἱοῖς Κααθ τοῖς καταλελειμμένοις ἐκ τῆς φυλῆς Εφραιμ καὶ ἐκ τῆς φυλῆς Δαν καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση κληρωτὶ πόλεις δέκα
AT greco 21,6 καὶ τοῖς υἱοῖς Γεδσων ἀπὸ τῆς φυλῆς Ισσαχαρ καὶ ἀπὸ τῆς φυλῆς Ασηρ καὶ ἀπὸ τῆς φυλῆς Νεφθαλι καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση ἐν τῷ Βασαν πόλεις δέκα τρεῖς
AT greco 21,7 καὶ τοῖς υἱοῖς Μεραρι κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς Ρουβην καὶ ἀπὸ φυλῆς Γαδ καὶ ἀπὸ φυλῆς Ζαβουλων κληρωτὶ πόλεις δώδεκα
AT greco 21,8 καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ κληρωτί
AT greco 21,9 καὶ ἔδωκεν ἡ φυλὴ υἱῶν Ιουδα καὶ ἡ φυλὴ υἱῶν Συμεων καὶ ἀπὸ τῆς φυλῆς υἱῶν Βενιαμιν τὰς πόλεις καὶ ἐπεκλήθησαν
AT greco 21,10 τοῖς υἱοῖς Ααρων ἀπὸ τοῦ δήμου τοῦ Κααθ τῶν υἱῶν Λευι ὅτι τούτοις ἐγενήθη ὁ κλῆρος
AT greco 21,11 καὶ ἔδωκεν αὐτοῖς τὴν Καριαθαρβοκ μητρόπολιν τῶν Ενακ αὕτη ἐστὶν Χεβρων ἐν τῷ ὄρει Ιουδα τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς
AT greco 21,12 καὶ τοὺς ἀγροὺς τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκεν Ἰησοῦς τοῖς υἱοῖς Χαλεβ υἱοῦ Ιεφοννη ἐν κατασχέσει
AT greco 21,13 καὶ τοῖς υἱοῖς Ααρων τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι τὴν Χεβρων καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ καὶ τὴν Λεμνα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ
AT greco 21,14 καὶ τὴν Αιλωμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Τεμα καὶ τὰ ἀφωρισμένα αὐτῇ
AT greco 21,15 καὶ τὴν Γελλα καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δαβιρ καὶ τὰ ἀφωρισμένα αὐτῇ
AT greco 21,16 καὶ Ασα καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Τανυ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Βαιθσαμυς καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων
AT greco 21,17 καὶ παρὰ τῆς φυλῆς Βενιαμιν τὴν Γαβαων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαθεθ καὶ τὰ ἀφωρισμένα αὐτῇ
AT greco 21,18 καὶ Αναθωθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαμαλα καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τέσσαρες
AT greco 21,19 πᾶσαι αἱ πόλεις υἱῶν Ααρων τῶν ἱερέων δέκα τρεῖς
AT greco 21,20 καὶ τοῖς δήμοις υἱοῖς Κααθ τοῖς Λευίταις τοῖς καταλελειμμένοις ἀπὸ τῶν υἱῶν Κααθ καὶ ἐγενήθη πόλις τῶν ὁρίων αὐτῶν ἀπὸ φυλῆς Εφραιμ
AT greco 21,21 καὶ ἔδωκαν αὐτοῖς τὴν πόλιν τοῦ φυγαδευτηρίου τὴν τοῦ φονεύσαντος τὴν Συχεμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαζαρα καὶ τὰ πρὸς αὐτὴν καὶ τὰ ἀφωρισμένα αὐτῇ
AT greco 21,22 καὶ τὴν Καβσαϊμ καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ καὶ τὴν ἄνω Βαιθωρων καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τέσσαρες
AT greco 21,23 καὶ ἐκ τῆς φυλῆς Δαν τὴν Ελκωθαιμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Γεθεδαν καὶ τὰ ἀφωρισμένα αὐτῇ
AT greco 21,24 καὶ Αιλων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γεθερεμμων καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τέσσαρες
AT greco 21,25 καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση τὴν Ταναχ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Ιεβαθα καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις δύο
AT greco 21,26 πᾶσαι πόλεις δέκα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐταῖς τοῖς δήμοις υἱῶν Κααθ τοῖς ὑπολελειμμένοις
AT greco 21,27 καὶ τοῖς υἱοῖς Γεδσων τοῖς Λευίταις ἐκ τοῦ ἡμίσους φυλῆς Μανασση τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι τὴν Γαυλων ἐν τῇ Βασανίτιδι καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Βοσοραν καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις δύο
AT greco 21,28 καὶ ἐκ τῆς φυλῆς Ισσαχαρ τὴν Κισων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Δεββα καὶ τὰ ἀφωρισμένα αὐτῇ
AT greco 21,29 καὶ τὴν Ρεμμαθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Πηγὴν γραμμάτων καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τέσσαρες
AT greco 21,30 καὶ ἐκ τῆς φυλῆς Ασηρ τὴν Βασελλαν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Δαββων καὶ τὰ ἀφωρισμένα αὐτῇ