Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31

Proverbi

AT greco Torna al libro

CEI 1974 Vai al libro

AT greco 12 12,1 ὁ ἀγαπῶν παιδείαν ἀγαπᾷ αἴσθησιν ὁ δὲ μισῶν ἐλέγχους ἄφρων
AT greco 12,2 κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίῳ ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται
AT greco 12,3 οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται
AT greco 12,4 γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ κακοποιός
AT greco 12,5 λογισμοὶ δικαίων κρίματα κυβερνῶσιν δὲ ἀσεβεῖς δόλους
AT greco 12,6 λόγοι ἀσεβῶν δόλιοι στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς
AT greco 12,7 οὗ ἐὰν στραφῇ ἀσεβὴς ἀφανίζεται οἶκοι δὲ δικαίων παραμένουσιν
AT greco 12,8 στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός νωθροκάρδιος δὲ μυκτηρίζεται
AT greco 12,9 κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου
AT greco 12,10 δίκαιος οἰκτίρει ψυχὰς κτηνῶν αὐτοῦ τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα
AT greco 12,11 ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν
AT greco 12,12 ἐπιθυμίαι ἀσεβῶν κακαί αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν
AT greco 12,13 ὁ βλέπων λεῖα ἐλεηθήσεται ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς
AT greco 12,14 ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ
AT greco 12,15 ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν εἰσακούει δὲ συμβουλίας σοφός
AT greco 12,16 ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος
AT greco 12,17 ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος
AT greco 12,18 εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρᾳ γλῶσσαι δὲ σοφῶν ἰῶνται
AT greco 12,19 χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον
AT greco 12,20 δόλος ἐν καρδίᾳ τεκταινομένου κακά οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται
AT greco 12,21 οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν
AT greco 12,22 βδέλυγμα κυρίῳ χείλη ψευδῆ ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρ’ αὐτῷ
AT greco 12,23 ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς
AT greco 12,24 χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς δόλιοι δὲ ἔσονται εἰς προνομήν
AT greco 12,25 φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν
AT greco 12,26 ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς ἁμαρτάνοντας καταδιώξεται κακά ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς
AT greco 12,27 οὐκ ἐπιτεύξεται δόλιος θήρας κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός
AT greco 12,28 ἐν ὁδοῖς δικαιοσύνης ζωή ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον