Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31

Proverbi

AT greco Torna al libro

NT greco Vai al libro

AT greco 25 25,1 αὗται αἱ παιδεῖαι σαλωμῶντος αἱ ἀδιάκριτοι ἃς ἐξεγράψαντο οἱ φίλοι Εζεκιου τοῦ βασιλέως τῆς Ιουδαίας
AT greco 25,2 δόξα θεοῦ κρύπτει λόγον δόξα δὲ βασιλέως τιμᾷ πράγματα
AT greco 25,3 οὐρανὸς ὑψηλός γῆ δὲ βαθεῖα καρδία δὲ βασιλέως ἀνεξέλεγκτος
AT greco 25,4 τύπτε ἀδόκιμον ἀργύριον καὶ καθαρισθήσεται καθαρὸν ἅπαν
AT greco 25,5 κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ
AT greco 25,6 μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο
AT greco 25,7 κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι ἀνάβαινε πρός με ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου ἃ εἶδον οἱ ὀφθαλμοί σου λέγε
AT greco 25,8 μὴ πρόσπιπτε εἰς μάχην ταχέως ἵνα μὴ μεταμεληθῇς ἐπ’ ἐσχάτων ἡνίκα ἄν σε ὀνειδίσῃ ὁ σὸς φίλος
AT greco 25,9 ἀναχώρει εἰς τὰ ὀπίσω μὴ καταφρόνει
AT greco 25,10 χάρις καὶ φιλία ἐλευθεροῖ ἃς τήρησον σεαυτῷ ἵνα μὴ ἐπονείδιστος γένῃ ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως
AT greco 25,11 μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου οὕτως εἰπεῖν λόγον
AT greco 25,12 εἰς ἐνώτιον χρυσοῦν σάρδιον πολυτελὲς δέδεται λόγος σοφὸς εἰς εὐήκοον οὖς
AT greco 25,13 ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ
AT greco 25,14 ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατοι οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ
AT greco 25,15 ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσιν γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ
AT greco 25,16 μέλι εὑρὼν φάγε τὸ ἱκανόν μήποτε πλησθεὶς ἐξεμέσῃς
AT greco 25,17 σπάνιον εἴσαγε σὸν πόδα πρὸς τὸν σεαυτοῦ φίλον μήποτε πλησθείς σου μισήσῃ σε
AT greco 25,18 ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν οὕτως καὶ ἀνὴρ ὁ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν ψευδῆ
AT greco 25,19 ὀδοὺς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ
AT greco 25,20 ὥσπερ σὴς ἱματίῳ καὶ σκώληξ ξύλῳ οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν
AT greco 25,21 ἐὰν πεινᾷ ὁ ἐχθρός σου τρέφε αὐτόν ἐὰν διψᾷ πότιζε αὐτόν
AT greco 25,22 τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ὁ δὲ κύριος ἀνταποδώσει σοι ἀγαθά
AT greco 25,23 ἄνεμος βορέας ἐξεγείρει νέφη πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει
AT greco 25,24 κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ
AT greco 25,25 ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν
AT greco 25,26 ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς
AT greco 25,27 ἐσθίειν μέλι πολὺ οὐ καλόν τιμᾶν δὲ χρὴ λόγους ἐνδόξους
AT greco 25,28 ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει