Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Geremia

AT greco Torna al libro

Interconfessionale Vai al libro

AT greco 11 11,1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων
AT greco 11,2 ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης καὶ λαλήσεις πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας Ιερουσαλημ
AT greco 11,3 καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης ταύτης
AT greco 11,4 ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐκ καμίνου τῆς σιδηρᾶς λέγων ἀκούσατε τῆς φωνῆς μου καὶ ποιήσατε πάντα ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν καὶ ἔσεσθέ μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς θεόν
AT greco 11,5 ὅπως στήσω τὸν ὅρκον μου ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι καθὼς ἡ ἡμέρα αὕτη καὶ ἀπεκρίθην καὶ εἶπα γένοιτο κύριε
AT greco 11,6 καὶ εἶπεν κύριος πρός με ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ λέγων ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης καὶ ποιήσατε αὐτούς
AT greco 11,7
AT greco 11,8 καὶ οὐκ ἐποίησαν