Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Geremia

AT greco Torna al libro

CEI 2008 Vai al libro

AT greco 13 13,1 τάδε λέγει κύριος βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν καὶ περίθου περὶ τὴν ὀσφύν σου καὶ ἐν ὕδατι οὐ διελεύσεται
AT greco 13,2 καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου
AT greco 13,3 καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων
AT greco 13,4 λαβὲ τὸ περίζωμα τὸ περὶ τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας
AT greco 13,5 καὶ ἐπορεύθην καὶ ἔκρυψα αὐτὸ ἐν τῷ Εὐφράτῃ καθὼς ἐνετείλατό μοι κύριος
AT greco 13,6 καὶ ἐγένετο μεθ’ ἡμέρας πολλὰς καὶ εἶπεν κύριος πρός με ἀνάστηθι βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ λαβὲ ἐκεῖθεν τὸ περίζωμα ὃ ἐνετειλάμην σοι τοῦ κατακρύψαι ἐκεῖ
AT greco 13,7 καὶ ἐπορεύθην ἐπὶ τὸν Εὐφράτην ποταμὸν καὶ ὤρυξα καὶ ἔλαβον τὸ περίζωμα ἐκ τοῦ τόπου οὗ κατώρυξα αὐτὸ ἐκεῖ καὶ ἰδοὺ διεφθαρμένον ἦν ὃ οὐ μὴ χρησθῇ εἰς οὐθέν
AT greco 13,8 καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων
AT greco 13,9 τάδε λέγει κύριος οὕτω φθερῶ τὴν ὕβριν Ιουδα καὶ τὴν ὕβριν Ιερουσαλημ
AT greco 13,10 τὴν πολλὴν ταύτην ὕβριν τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς καὶ ἔσονται ὥσπερ τὸ περίζωμα τοῦτο ὃ οὐ χρησθήσεται εἰς οὐθέν
AT greco 13,11 ὅτι καθάπερ κολλᾶται τὸ περίζωμα περὶ τὴν ὀσφὺν τοῦ ἀνθρώπου οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ Ισραηλ καὶ πᾶν οἶκον Ιουδα τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν καὶ οὐκ εἰσήκουσάν μου
AT greco 13,12 καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον πᾶς ἀσκὸς πληρωθήσεται οἴνου καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου
AT greco 13,13 καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ἰδοὺ ἐγὼ πληρῶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην καὶ τοὺς βασιλεῖς αὐτῶν τοὺς καθημένους υἱοὺς Δαυιδ ἐπὶ θρόνου αὐτοῦ καὶ τοὺς ἱερεῖς καὶ τοὺς προφήτας καὶ τὸν Ιουδαν καὶ πάντας τοὺς κατοικοῦντας Ιερουσαλημ μεθύσματι
AT greco 13,14 καὶ διασκορπιῶ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν ἐν τῷ αὐτῷ οὐκ ἐπιποθήσω λέγει κύριος καὶ οὐ φείσομαι καὶ οὐκ οἰκτιρήσω ἀπὸ διαφθορᾶς αὐτῶν
AT greco 13,15 ἀκούσατε καὶ ἐνωτίσασθε καὶ μὴ ἐπαίρεσθε ὅτι κύριος ἐλάλησεν
AT greco 13,16 δότε τῷ κυρίῳ θεῷ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι καὶ πρὸς τοῦ προσκόψαι πόδας ὑμῶν ἐπ’ ὄρη σκοτεινὰ καὶ ἀναμενεῖτε εἰς φῶς καὶ ἐκεῖ σκιὰ θανάτου καὶ τεθήσονται εἰς σκότος