Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Geremia

AT greco Torna al libro

Interconfessionale Vai al libro

AT greco 2 2,1
AT greco 2,2 καὶ εἶπεν τάδε λέγει κύριος ἐμνήσθην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ισραηλ λέγει κύριος
AT greco 2,3 ἅγιος Ισραηλ τῷ κυρίῳ ἀρχὴ γενημάτων αὐτοῦ πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσιν κακὰ ἥξει ἐπ’ αὐτούς φησὶν κύριος
AT greco 2,4 ἀκούσατε λόγον κυρίου οἶκος Ιακωβ καὶ πᾶσα πατριὰ οἴκου Ισραηλ
AT greco 2,5 τάδε λέγει κύριος τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα ὅτι ἀπέστησαν μακρὰν ἀπ’ ἐμοῦ καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν
AT greco 2,6 καὶ οὐκ εἶπαν ποῦ ἐστιν κύριος ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ ἐν γῇ ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ οὐθὲν καὶ οὐ κατῴκησεν ἐκεῖ υἱὸς ἀνθρώπου
AT greco 2,7 καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον τοῦ φαγεῖν ὑμᾶς τοὺς καρποὺς αὐτοῦ καὶ τὰ ἀγαθὰ αὐτοῦ καὶ εἰσήλθατε καὶ ἐμιάνατε τὴν γῆν μου καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα
AT greco 2,8 οἱ ἱερεῖς οὐκ εἶπαν ποῦ ἐσ