Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Geremia

AT greco Torna al libro

NT greco Vai al libro

AT greco 21 21,1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ὅτε ἀπέστειλεν πρὸς αὐτὸν ὁ βασιλεὺς Σεδεκιας τὸν Πασχωρ υἱὸν Μελχιου καὶ Σοφονιαν υἱὸν Μαασαιου τὸν ἱερέα λέγων
AT greco 21,2 ἐπερώτησον περὶ ἡμῶν τὸν κύριον ὅτι βασιλεὺς Βαβυλῶνος ἐφέστηκεν ἐφ’ ἡμᾶς εἰ ποιήσει κύριος κατὰ πάντα τὰ θαυμάσια αὐτοῦ καὶ ἀπελεύσεται ἀφ’ ἡμῶν
AT greco 21,3 καὶ εἶπεν πρὸς αὐτοὺς Ιερεμιας οὕτως ἐρεῖτε πρὸς Σεδεκιαν βασιλέα Ιουδα
AT greco 21,4 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ μεταστρέφω τὰ ὅπλα τὰ πολεμικά ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους εἰς τὸ μέσον τῆς πόλεως ταύτης
AT greco 21,5 καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ καὶ ὀργῆς καὶ παροργισμοῦ μεγάλου
AT greco 21,6 καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ τοὺς ἀνθρώπους καὶ τὰ κτήνη ἐν θανάτῳ μεγάλῳ καὶ ἀποθανοῦνται
AT greco 21,7 καὶ μετὰ ταῦτα οὕτως λέγει κύριος δώσω τὸν Σεδεκιαν βασιλέα Ιουδα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὸν λαὸν τὸν καταλειφθέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας εἰς χεῖρας ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας οὐ φείσομαι ἐπ’ αὐτοῖς καὶ οὐ μὴ οἰκτιρήσω αὐτούς
AT greco 21,8 καὶ πρὸς τὸν λαὸν τοῦτον ἐρεῖς τάδε λέγει κύριος ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου
AT greco 21,9 ὁ καθήμενος ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ζήσεται καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς σκῦλα καὶ ζήσεται
AT greco 21,10 διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσεται καὶ κατακαύσει αὐτὴν ἐν πυρί
AT greco 21,11 ὁ οἶκος βασιλέως Ιουδα ἀκούσατε λόγον κυρίου
AT greco 21,12 οἶκος Δαυιδ τάδε λέγει κύριος κρίνατε τὸ πρωὶ κρίμα καὶ κατευθύνατε καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου καὶ καυθήσεται καὶ οὐκ ἔσται ὁ σβέσων
AT greco 21,13 ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σορ τὴν πεδινὴν τοὺς λέγοντας τίς πτοήσει ἡμᾶς ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμῶν
AT greco 21,14 καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς καὶ ἔδεται πάντα τὰ κύκλῳ αὐτῆς