Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Geremia

AT greco Torna al libro

CEI 1974 Vai al libro

AT greco 41 41,1 gr. jeremiah 41 (heb. 34)
ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου καὶ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα λέγων
AT greco 41,2 οὕτως εἶπεν κύριος βάδισον πρὸς Σεδεκιαν βασιλέα Ιουδα καὶ ἐρεῖς αὐτῷ οὕτως εἶπεν κύριος παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος καὶ συλλήμψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί
AT greco 41,3 καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ καὶ συλλήμψει συλλημφθήσῃ καὶ εἰς χεῖρας αὐτοῦ δοθήσῃ καὶ οἱ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται καὶ τὸ στόμα αὐτοῦ μετὰ τοῦ στόματός σου λαλήσει καὶ εἰς Βαβυλῶνα εἰσελεύσῃ
AT greco 41,4 ἀλλὰ ἄκουσον τὸν λόγον κυρίου Σεδεκια βασιλεῦ Ιουδα οὕτως λέγει κύριος
AT greco 41,5 ἐν εἰρήνῃ ἀποθανῇ καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου κλαύσονται καὶ σὲ καὶ ὦ αδων κόψονταί σε ὅτι λόγον ἐγὼ ἐλάλησα εἶπεν κύριος
AT greco 41,6 καὶ ἐλάλησεν Ιερεμιας πρὸς τὸν βασιλέα Σεδεκιαν πάντας τοὺς λόγους τούτους ἐν Ιερουσαλημ
AT greco 41,7 καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα ἐπὶ Λαχις καὶ ἐπὶ Αζηκα ὅτι αὗται κατελείφθησαν ἐν πόλεσιν Ιουδα πόλεις ὀχυραί
AT greco 41,8 ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκιαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν
AT greco 41,9 τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ τὸν Εβραῖον καὶ τὴν Εβραίαν ἐλευθέρους πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ιουδα
AT greco 41,10 καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ
AT greco 41,11 καὶ ἔωσαν αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας
AT greco 41,12 καὶ ἐγενήθη λόγος κυρίου πρὸς Ιερεμιαν λέγων
AT greco 41,13 οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ἐγὼ ἐθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας λέγων
AT greco 41,14 ὅταν πληρωθῇ ἓξ ἔτη ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν Εβραῖον ὃς πραθήσεταί σοι καὶ ἐργᾶταί σοι ἓξ ἔτη καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν
AT greco 41,15 καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ’ αὐτῷ
AT greco 41,16 καὶ ἐπεστρέψατε καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ οὓς ἐξαπεστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν ὑμῖν εἰς παῖδας καὶ παιδίσκας